Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰν τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος διῆλθε κἠπὶ νύκτα καὶ πρὸς ἀῶ. ἦ ῥά νιν αἱ Μοῖσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων, ὡς ἐμμελής τ’ ἔγεντο κἠπιδέξιος ἔπεά τε ποιεῖν πρὸς λύραν τ’ ἀείδειν.