τὸν τοῦ Ζανὸς ὅδ’ ὗμιν υἱὸν ὡνὴρ τὸν λεοντομάχαν, τὸν ὀξύχειρα, πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν Πείσανδρος συνέγραψεν ὡκ Καμίρου χὥσους ἐξεπόνασεν εἶπ’ ἀέθλους. τοῦτον δ’ αὐτὸν ὁ δᾶμος, ὡς σάφ’ εἰδῇς, ἔστασ’ ἐνθάδε χάλκεον ποιήσας πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς.