§ 20 — Epigramme

ὁ μικκὸς τόδ’ ἔτευξε τᾷ Θραΐσσᾳ Μήδειος τὸ μνᾶμ’ ἐπὶ τᾷ ὁδῷ κἠπέγραψε Κλείτας. ἑξεῖ τὰν χάριν ἁ γυνὰ ἀντὶ τήνων, ὧν τὸν κοῦρον ἔθρεψε. τί μάν; ἔτι χρησίμα καλεῖται.