§ 17 — Epigramme

θᾶσαι τὸν ἀνδριάντα τοῦτον ὦ ξένε σπουδᾷ, καὶ λέγ’ ἐπὴν ἐς οἶκον ἔνθῃς·" Ἀνακρέοντος εἰκόν’ εἶδον ἐν Τέῳ τῶν πρόσθ’ εἴ τι περισσὸν ᾠδοποιοῦ". προσθεὶς δὲ χὥτι τοῖς νέοισιν ἅδετο, ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.