§ 18 — Epigramme

ἅ τε φωνὰ Δώριος χὡνὴρ ὁ τὰν κωμῳδίαν εὑρὼν Ἐπίχαρμος. ὦ Βάκχε, χάλκεόν νιν ἀντ’ ἀλαθινοῦ τὶν ὧδ’ ἀνέθηκαν τοὶ Συρακόσσαις ἐνίδρυνται πεδωρισταὶ πόλει, οἷ’ ἀνδρὶ πολίτᾳ· σωρὸν γὰρ εἶχε ῥημάτων μεμναμένοις τελεῖν ἐπίχειρα. πολλὰ γὰρ πὸτ τὰν ζόαν τοῖς πᾶσιν εἶπε χρήσιμα. μεγάλα χάρις αὐτῷ.