§ 8 — Idílios

Δάφνιδι τῷ χαρίεντι συνήντετο βουκολέοντι μᾶλα νέμων, ὡς φαντί, κατ’ ὤρεα μακρὰ Μενάλκας. ἄμφω τώγ’ ἤστην πυρροτρίχω, ἄμφω ἀνάβω, ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν. πρᾶτος δ’ ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας·" μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι; φαμί τυ νικασεῖν, ὅσσον θέλω αὐτὸς ἀείδων". τὸν δ’ ἄρα χὡ Δάφνις τοιῷδ’ ἀπαμείβετο μύθῳ·" ποιμὴν εἰροπόκων ὀίων συριγκτὰ Μενάλκα, οὔποτε νικασεῖς μ’, οὐδ’ εἴ τι πάθοις τύγ’ ἀείδων". χρῄσδεις ὧν ἐσιδεῖν; χρῄσδεις καταθεῖναι ἄεθλον; χρῄσδω τοῦτ’ ἐσιδεῖν, χρῄσδω καταθεῖναι ἄεθλον. καὶ τίνα θησεύμεσθ’, ὅτις ἁμῖν ἄρκιος εἴη; μόσχον ἐγὼ θησῶ· τὺ δὲ θὲς ἰσομάτορα ἀμνόν. οὐ θησῶ ποκα ἀμνόν, ἐπεὶ χαλεπὸς ὁ πατήρ μευ χἁ μάτηρ, τὰ δὲ μᾶλα ποθέσπερα πάντ’ ἀριθμεῦντι. ἀλλὰ τί μὰν θησεῖς; τί δὲ τὸ πλέον ἑξεῖ ὁ νικῶν; σύριγγ’ ἃν ἐπόησα καλὰν ἐγὼ ἐννεάφωνον, λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν, ταύταν κατθείην, τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ. ἦ μάν τοι κἠγὼ σύριγγ’ ἔχω ἐννεάφωνον. λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν. πρώαν νιν συνέπαξ’· ἔτι καὶ τὸν δάκτυλον ἀλγέω τοῦτον, ἐπεὶ κάλαμός με διασχισθεὶς διέτμαξεν. ἀλλὰ τίς ἄμμε κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων; τῆνον πῶς ἐνταῦθα τὸν αἰπόλον ἢν καλέσωμες; ᾧ ποτὶ ταῖς ἐρίφοις ὁ κύων ὁ φάλαρος ὑλακτεῖ. χοἱ μὲν παῖδες ἄυσαν, ὁ δ’ αἰπόλος ἦνθ’ ἐπακοῦσαι. χοἱ μὲν παῖδες ἄειδον, ὁ δ’ αἰπόλος ἤθελε κρίνειν. πρᾶτος δ’ ὦν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας, εἶτα δ’ ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάν. [βουκολικάν· οὕτω δὲ Μενάλκας ἄρξατο πρᾶτος.] ἄγκεα καὶ ποταμοί, θεῖον γένος, αἴ τι Μενάλκας πήποχ’ ὁ συριγκτὰς προσφιλὲς ᾆσε μέλος, βόσκοιτ’ ἐκ ψυχᾶς τὰς ἀμνάδας· ἢν δέ ποκ’ ἔνθῃ Δάφνις ἔχων δαμάλας, μηδὲν ἔλασσον ἔχοι. κρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖον μουσίσδει Δάφνις ταῖσιν ἀηδονίσι, τοῦτο τὸ βουκόλιον πιαίνετε· κἤν τι Μενάλκας τεῖδ’ ἀγάγῃ, χαίρων ἄφθονα πάντα νέμοι. ἔνθ’ ὄις, ἔνθ’ αἶγες διδυματόκοι, ἔνθα μέλισσαι σμήνεα πληροῦσιν, καὶ δρύες ὑψίτεραι, ἔνθ’ ὁ καλὸς Μίλων βαίνει ποσίν· αἰ δ’ ἂν ἀφέρπῃ, χὡ ποιμὴν ξηρὸς τηνόθι χαἰ βοτάναι. παντᾷ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτος οὔθατα πλήθουσιν, καὶ τὰ νέα τρέφεται, ἐνθ’ ἁ καλὰ παῖς ἐπινίσσεται· αἰ δ’ ἂν ἀφέρπῃ, χὡ τὰς βῶς βόσκων χαἰ βόες αὐότεραι. ὦ τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, ὧ βάθος ὕλας μυρίον,( ὦ σιμαὶ δεῦτ’ ἐφ’ ὕδωρ ἔριφοι)· ἐν τήνῳ γὰρ τῆνος· ἴθ’ ὦ κόλε καὶ λέγε· Μίλων, ὁ Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε. μή μοι γᾶν Πέλοπος, μή μοι χρύσεια τάλαντα εἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων· ἀλλ’ ὑπὸ τᾷ πέτρᾳ τᾷδ’ ᾁσομαι, ἀγκὰς ἔχων τυ, σύννομα μᾶλ’ ἐσορῶν, τὰν Σικελὰν ἐς ἅλα. δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δ’ αὐχμός, ὄρνισιν δ’ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα, ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. ὦ πάτερ ὦ Ζεῦ, οὐ μόνος ἠράσθην· καὶ τὺ γυναικοφίλας. ταῦτα μὲν ὦν δι’ ἀμοιβαίων οἱ παῖδες ἄεισαν· τὰν πυμάταν δ’ ᾠδὰν οὑτῶς ἐξᾶρχε Μενάλκας. φείδευ τᾶν ἐρίφων, φείδευ λύκε τᾶν τοκάδων μευ, μηδ’ ἀδίκει μ’, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω. ὦ Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ; οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα. ταὶ δ’ ὄιες, μηδ’ ὔμμες ὀκνεῖθ’ ἁπαλᾶς κορέσασθαι ποίας· οὔτι καμεῖσθ’, ὅκκ’ αὖ πάλιν ἅδε φύηται. σίττα νέμεσθε νέμεσθε, τὰ δ’ οὔθατα πλήσατε πᾶσαι, ὡς τὸ μὲν ὥρνες ἔχωντι, τὸ δ’ ἐς ταλάρως ἀποθῶμαι. δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετ’ ἀείδειν· κἠμὲ γὰρ ἐκ τὤντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσα τὰς δαμάλας παρελᾶντα καλὸν καλὸν ἦμεν ἔφασκεν· οὐ μὰν οὐδὲ λόγον ἐκρίθην ἄπο, τὤμπικρον αὐτᾷ, ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδὸν εἷρπον. ἁδεῖ’ ἁ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα· [ἁδὺ δὲ χὡ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βῶς·] ἁδὺ δὲ τῶ θέρεος παρ’ ὕδωρ ῥέον αἰθριοκοιτεῖν. τᾷ δρυῒ ταὶ βάλανοι κόσμος, τᾷ μαλίδι μᾶλα, τᾷ βοῒ δ’ ἁ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί. ὣς οἱ παῖδες ἄεισαν, ὁ δ’ αἰπόλος ὧδ’ ἀγόρευεν· ἁδύ τι τὸ στόμα τευ καὶ ἐφίμερος ὦ Δάφνι φωνά. κρέσσον μελπομένω τευ ἀκουέμεν ἢ μέλι λείχειν. λάζεο τὰς σύριγγας· ἐνίκασας γὰρ ἀείδων. αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμ’ αἰπολέοντα διδάξαι, τήναν τὰν μιτύλαν δωσῶ τὰ δίδακτρά τοι αἶγα, ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ. ὡς μὲν ὁ παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε νικάσας, οὑτῶς ἐπὶ ματέρι νεβρὸς ἅλοιτο. ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳ ὥτερος, οὕτω καὶ νύμφα γαμεθεῖσ’ ἀκάχοιτο. κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο, καὶ Νύμφαν ἄκρηβος ἐὼν ἔτι Ναΐδα γᾶμεν.