Livro 2, § 8 — Esboços pirrônicos

Εἰ μέντοι καὶ δοίημεν καθ’ ὑπόθεσιν εἶναί τι τῆς ἀληθείας κριτήριον, ἄχρηστον εὑρίσκεται καὶ μάταιον, ἐὰν ὑπομνήσωμεν ὅτι, ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν, ἀνύπαρκτος μέν ἐστιν ἡ ἀλήθεια, ἀνυπόστατον δὲ τὸ ἀληθές.

ὑπομιμνῄσκομεν δὲ οὕτως. λέγεται διαφέρειν τῆς ἀληθείας τὸ ἀληθὲς τριχῶς, οὐσίᾳ συστάσει δυνάμει· οὐσίᾳ μέν, ἐπεὶ τὸ μὲν ἀληθὲς ἀσώματόν ἐστιν (ἀξίωμα γάρ ἐστι καὶ λεκτόν), ἡ δὲ ἀλήθεια σῶμα (ἔστι γὰρ ἐπιστήμη πάντων ἀληθῶν ἀποφαντική, ἡ δὲ ἐπιστήμη πὼς ἔχον ἡγεμονικὸν ὥσπερ καὶ ἡ πὼς ἔχουσα χεὶρ πυγμή, τὸ δὲ ἡγεμονικὸν σῶμα· ἔστι γὰρ κατ’ αὐτοὺς πνεῦμα)·

συστάσει δέ, ἐπεὶ τὸ μὲν ἀληθὲς ἁπλοῦν τί ἐστιν, οἷον ‘ἐγὼ διαλέγομαι', ἡ δὲ ἀλήθεια ἀπὸ πολλῶν ἀληθῶν γνώσεων συνίσταται·

δυνάμει δέ, ἐπεὶ ἡ μὲν ἀλήθεια ἐπιστήμης ἔχεται, τὸ δὲ ἀληθὲς οὐ πάντως. διόπερ τὴν μὲν ἀλήθειαν ἐν μόνῳ σπουδαίῳ φασὶν εἶναι, τὸ δὲ ἀληθὲς καὶ ἐν φαύλῳ· ἐνδέχεται γὰρ τὸν φαῦλον ἀληθές τι εἰπεῖν. ταῦτα μὲν οἱ δογματικοί.

ἡμεῖς δὲ πάλιν τῆς κατὰ τὴν συγγραφὴν προαιρέσεως στοχαζόμενοι πρὸς μόνον τὸ ἀληθὲς νῦν τοὺς λόγους ποιησόμεθα, ἐπεὶ συμπεριγράφεται τούτῳ καὶ ἡ ἀλήθεια, σύστημα τῆς τῶν ἀληθῶν γνώσεως εἶναι λεγομένη. πάλιν δέ, ἐπεὶ τῶν λόγων οἱ μέν εἰσι καθολικώτεροι, δι’ ὧν αὐτὴν τὴν ὑπόστασιν τοῦ ἀληθοῦς κινοῦμεν, οἱ δὲ εἰδικοί, δι’ ὧν δείκνυμεν, ὅτι οὐκ ἐν φωνῇ τὸ ἀληθὲς ἢ ἐν λεκτῷ ἢ ἐν τῇ κινήσει τῆς διανοίας, τοὺς καθολικωτέρους ἐκθέσθαι μόνους ὡς πρὸς τὸ παρὸν ἀρκεῖν ἡγούμεθα. ὥσπερ γὰρ τείχους θεμελίῳ κατενεχθέντι καὶ τὰ ὑπερκείμενα πάντα συγκαταφέρεται, οὕτω τῇ τοῦ ἀληθοῦς ὑποστάσει διατρεπομένῃ καὶ αἱ κατὰ μέρος τῶν δογματικῶν εὑρεσιλογίαι συμπεριγράφονται.