Libro 3, § 6 — Schizzi pirroniani

Περὶ μὲν οὖν τῆς δραστικῆς τοσαῦτα νῦν ἀρκέσει λελέχθαι· συντόμως δὲ καὶ περὶ τῶν ὑλικῶν καλουμένων ἀρχῶν λεκτέον. ὅτι τοίνυν αὗταί εἰσιν ἀκατάληπτοι, ῥᾴδιον συνιδεῖν ἐκ τῆς περὶ αὐτῶν γεγενημένης διαφωνίας παρὰ τοῖς δογματικοῖς. Φερεκύδης μὲν γὰρ ὁ Σύριος γῆν εἶπε τὴν πάντων εἶναι ἀρχήν, Θαλῆς δὲ ὁ Μιλήσιος ὕδωρ, ‘Ἀναξίμανδρος δὲ ὁ ἀκουστὴς τούτου τὸ ἄπειρον, Ἀναξιμένης δὲ καὶ Διογένης ὁ ‘Ἀπολλωνιάτης ἀέρα, Ἵππασος δὲ ὁ Μεταποντῖνος πῦρ, Ξενοφάνης δὲ ὁ Κολοφώνιος γῆν καὶ ὕδωρ, Οἰνοπίδης δὲ ὁ Χῖος πῦρ καὶ ἀέρα, Ἵππων δὲ ὁ ’Ῥηγῖνος πῦρ καὶ ὕδωρ, Ὀνομάκριτος δὲ ἐν τοῖς Ὀρφικοῖς πῦρ καὶ ὕδωρ καὶ γῆν,.

οἱ δὲ περὶ τὸν ‘Ἐμπεδοκλέα καὶ τοὺς Στωικοὺς πῦρ ἀέρα ὕδωρ γῆν— περὶ γὰρ τῆς τερατολογουμένης ἀποίου παρά τισιν ὕλης, ἣν οὐδὲ αὐτοὶ καταλαμβάνειν διαβεβαιοῦνται, τί δεῖ καὶ λέγειν; οἱ δὲ περὶ Ἀριστοτέλην τὸν Περιπατητικὸν πῦρ ἀέρα ὕδωρ γῆν τὸ κυκλοφορητικὸν σῶμα,

Δημόκριτος δὲ καὶ Ἐπίκουρος ἀτόμους, Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος ὁμοιομερείας, Διόδωρος δὲ ὁ ἐπικληθεὶς Κρόνος ἐλάχιστα καὶ ἀμερῆ σώματα, Ἡρακλείδης δὲ ὁ Ποντικὸς καὶ Ἀσκληπιάδης ὁ Βιθυνὸς ἀνάρμους ὄγκους, οἱ δὲ περὶ Πυθαγόραν τοὺς ἀριθμούς, οἱ. δὲ μαθηματικοὶ τὰ πέρατα τῶν σωμάτων, Στράτων δὲ ὁ φυσικὸς τὰς ποιότητας.

τοσαύτης τοίνυν καὶ ἔτι πλείονος διαφωνίας γεγενημένης περὶ τῶν ὑλικῶν ἀρχῶν παρ’ αὐτοῖς, ἤτοι πάσαις συγκαταθησόμεθα ταῖς κειμέναις στάσεσι καὶ ταῖς ἄλλαις ἢ τισίν. ἀλλὰ πάσαις μὲν οὐ δυνατόν· οὐ γὰρ δήπου δυνησόμεθα καὶ τοῖς περὶ Ἀσκληπιάδην συγκατατίθεσθαι, θραυστὰ εἶναι τὰ στοιχεῖα λέγουσι καὶ ποιά, καὶ τοῖς περὶ Δημόκριτον, ἄτομα ταῦτα εἶναι φάσκουσι καὶ ἄποια, καὶ τοῖς περὶ Ἀναξαγόραν, πᾶσαν αἰσθητὴν ποιότητα περὶ ταῖς ὁμοιομερείαις ἀπολείπουσιν.

εἰ δέ τινα στάσιν τῶν ἄλλων προκρινοῦμεν, ἤτοι ἁπλῶς καὶ ἄνευ ἀποδείξεως προκρινοῦμεν ἢ μετὰ ἀποδείξεως. ἄνευ μὲν οὖν ἀποδείξεως οὐ συνθησόμεθα· εἰ δὲ μετὰ ἀποδείξεως, ἀληθῆ δεῖ τὴν ἀπόδειξιν εἶναι. ἀληθὴς δὲ οὐκ ἂν δοθείη μὴ οὐχὶ κεκριμένη κριτηρίῳ ἀληθεῖ, ἀληθὲς δὲ κριτήριον εἶναι δείκνυται δι’ ἀποδείξεως κεκριμένης.

εἰ τοίνυν, ἵνα μὲν ἡ ἀπόδειξις ἡ προκρίνουσά τινα στάσιν ἀληθὴς εἶναι δειχθῇ, δεῖ τὸ κριτήριον αὐτῆς ἀποδεδεῖχθαι, ἵνα δὲ τὸ κριτήριον ἀποδειχθῇ, δεῖ τὴν ἀπόδειξιν αὐτοῦ προκεκρίσθαι, ὁ διάλληλος εὑρίσκεται τρόπος, ὃς οὐκ ἐάσει προβαίνειν τὸν λόγον, τῆς μὲν ἀποδείξεως ἀεὶ κριτηρίου δεομένης ἀποδεδειγμένου, τοῦ κριτηρίου δὲ ἀποδείξεως κεκριμένης.

εἰ δὲ ἀεὶ τὸ κριτήριον κριτηρίῳ κρίνειν καὶ τὴν ἀπόδειξιν ἀποδείξει ἀποδεικνύναι βούλοιτό τις, εἰς ἄπειρον ἐκβληθήσεται. εἰ τοίνυν μήτε πάσαις ταῖς περὶ στοιχείων στάσεσι δυνάμεθα συγκατατίθεσθαι μήτε τινὶ τούτων, ἐπέχειν προσήκει περὶ αὐτῶν.

Δυνατὸν μὲν οὖν ἴσως ἐστὶ καὶ διὰ τούτων μόνων ὑπομιμνῄσκειν τὴν τῶν στοιχείων καὶ τῶν ὑλικῶν ἀρχῶν ἀκαταληψίαν· ἵνα δὲ καὶ ἀμφιλαφέστερον τοὺς δογματικοὺς ἐλέγχειν ἔχωμεν, ἐνδιατρίψωμεν συμμέτρως τῷ τόπῳ. καὶ ἐπεὶ πολλαὶ καὶ σχεδὸν ἄπειροί τινές εἰσιν αἱ περὶ στοιχείων δόξαι, καθὼς ὑπεμνήσαμεν, τὸ μὲν πρὸς ἑκάστην λέγειν εἰδικῶς νῦν παραιτησόμεθα διὰ τὸν χαρακτῆρα τῆς συγγραφῆς, δυνάμει δὲ πρὸς πάσας ἀντεροῦμεν. ἐπεὶ γὰρ ἣν ἄν τις εἴπῃ περὶ στοιχείων στάσιν, ἤτοι ἐπὶ σώματα κατενεχθήσεται ἢ ἐπὶ ἀσώματα, ἀρκεῖν ἡγούμεθα ὑπομνῆσαι, ὅτι ἀκατάληπτα μέν ἐστι τὰ σώματα, ἀκατάληπτα δὲ τὰ ἀσώματα· διὰ γὰρ τούτου σαφὲς ἔσται, ὅτι καὶ τὰ στοιχεῖά ἐστιν ἀκατάληπτα.