Libro 3, § 5 — Schizzi pirroniani

Πιθανόν ἐστιν εἶναι τὸ αἴτιον· πῶς γὰρ ἂν αὔξησις γένοιτο, μείωσις, γένεσις, φθορά, καθόλου κίνησις, τῶν φυσικῶν τε καὶ ψυχικῶν ἀποτελεσμάτων ἕκαστον, ἡ τοῦ παντὸς κόσμου διοίκησις, τὰ ἄλλα πάντα, εἰ μὴ κατά τινα αἰτίαν; καὶ γὰρ εἰ μηδὲν τούτων ὡς πρὸς τὴν φύσιν ὑπάρχει, λέξομεν ὅτι διά τινα αἰτίαν πάντως φαίνεται ἡμῖν τοιαῦτα, ὁποῖα οὔκ ἐστιν.

ἀλλὰ καὶ πάντα ἐκ πάντων καὶ ὡς ἔτυχεν ἂν ἦν μὴ οὔσης αἰτίας. οἷον ἵπποι μὲν ἐκ μυῶν, εἰ τύχοι, γεννηθήσονται, ἐλέφαντες δὲ ἐκ μυρμήκων· καὶ ἐν μὲν ταῖς Αἰγυπτίαις Θήβαις ὄμβροι ποτὲ ἐξαίσιοι καὶ χιόνες ἂν ἐγίνοντο, τὰ δὲ νότια ὄμβρων οὐ μετεῖχεν, εἰ μὴ αἰτία τις ἦν, δι’ ἣν τὰ μὲν νότιά ἐστι δυσχείμερα, αὐχμηρὰ δὲ τὰ πρὸς τὴν ἕω.

καὶ περιτρέπεται δὲ ὁ λέγων μηδὲν αἴτιον εἶναι· εἰ μὲν γὰρ ἁπλῶς καὶ ἄνευ τινὸς αἰτίας τοῦτό φησι λέγειν, ἄπιστος ἔσται· εἰ δὲ διά τινα αἰτίαν, βουλόμενος ἀναιρεῖν τὸ αἴτιον τίθησιν, ἀποδιδόσθω αἰτίαν δι’ ἣν οὐκ ἔστιν αἴτιον.

Διὰ ταῦτα μὲν οὖν πιθανόν ἐστιν εἶναι τὸ αἴτιον·

ὅτι δὲ καὶ τὸ λέγειν μὴ εἶναί τινός τι αἴτιον πιθανόν ἐστι, φανερὸν ἔσται λόγους ἡμῶν ἐκθεμένων ὀλίγους ἀπὸ πολλῶν ἐπὶ τοῦ παρόντος πρὸς τὴν τούτου ὑπόμνησιν. οἷον γοῦν ἀδύνατόν ἐστι τὸ αἴτιον ἐννοῆσαι πρὶν τὸ ἀποτέλεσμα τούτου καταλαβεῖν ὡς ἀποτέλεσμα αὐτοῦ· τότε γὰρ γνωρίζομεν, ὅτι αἴτιόν ἐστι τοῦ ἀποτελέσματος, ὅταν ἐκεῖνο ὡς ἀποτέλεσμα καταλαμβάνωμεν.

ἀλλ’ οὐδὲ τὸ ἀποτέλεσμα τοῦ αἰτίου ὡς ἀποτέλεσμα αὐτοῦ καταλαβεῖν δυνάμεθα, ἐὰν μὴ καταλάβωμεν τὸ αἴτιον τοῦ ἀποτελέσματος ὡς αἴτιον αὐτοῦ· τότε γὰρ καὶ ὅτι ἀποτέλεσμά ἐστιν αὐτοῦ γινώσκειν δοκοῦμεν, ὅταν τὸ αἴτιον αὐτοῦ ὡς αἴτιον αὐτοῦ καταλάβωμεν.

εἰ οὖν, ἵνα μὲν ἐννοήσωμεν τὸ αἴτιον, δεῖ προεπιγνῶναι τὸ ἀποτέλεσμα, ἵνα δὲ τὸ ἀποτέλεσμα γνῶμεν, ἔφην, δεῖ προεπίστασθαι τὸ αἴτιον, ὁ διάλληλος τῆς ἀπορίας τρόπος ἄμφω δείκνυσιν ἀνεπινόητα, μήτε τοῦ αἰτίου ὡς αἰτίου μήτε τοῦ ἀποτελέσματος ὡς ἀποτελέσματος ἐπινοεῖσθαι δυναμένου· ἑκατέρου γὰρ αὐτῶν δεομένου τῆς παρὰ θατέρου πίστεως, οὐχ ἕξομεν ἀπὸ τίνος αὐτῶν ἀρξόμεθα τῆς ἐννοίας. διόπερ οὐδὲ ἀποφαίνεσθαι δυνησόμεθα, ὅτι ἔστι τὶ τινὸς αἴτιον.

ἵνα δὲ καὶ ἐννοεῖσθαι δύνασθαι τὸ αἴτιον συγχωρήσῃ τις, ἀκατάληπτον ἂν εἶναι νομισθείη διὰ τὴν διαφωνίαν. οἱ μὲν γάρ φασιν <εἶναι τὶ τινὸς αἴτιον, οἱ δὲ μὴ εἶναι, οἱ δ’ ὃς γάρ φησιν> εἶναι <τὶ> τινὸς αἴτιον, ἤτοι ἁπλῶς μηδεμιᾶς ὁρμώμενος αἰτίας εὐλόγου τοῦτό φησι λέγειν, ἢ διά τινας αἰτίας ἐπὶ τὴν συγκατάθεσιν ταύτην ἰέναι λέξει. καὶ εἰ μὲν ἁπλῶς, οὐκ ἔσται πιστότερος τοῦ λέγοντος ἁπλῶς μηδὲν εἶναι μηδενὸς αἴτιον· εἰ δὲ αἰτίας λέξει δι’ ἃς εἶναι <τὶ> τινὸς αἴτιον νομίζει, τὸ ζητούμενον διὰ τοῦ ζητουμένου παριστᾶν ἐπιχειρήσει· ζητούντων γὰρ ἡμῶν, εἴ ἐστι τὶ τινὸς αἴτιον, αὐτὸς ὡς αἰτίας οὔσης τοῦ εἶναι αἴτιον αἴτιον εἶναι φησίν.

καὶ ἄλλως, ἐπεὶ περὶ τῆς ὑπάρξεως τοῦ αἰτίου ζητοῦμεν, δεήσει πάντως αὐτὸν καὶ τῆς αἰτίας τοῦ εἶναί τι αἴτιον αἰτίαν παρασχεῖν, κἀκείνης ἄλλην, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἀπείρους αἰτίας παρασχεῖν· ἀδύνατον ἄρα διαβεβαιωτικῶς ἀποφῆναι, ὅτι ἐστὶ τὶ τινὸς αἴτιον.

πρὸς τούτοις ἤτοι ὂν καὶ ὑφεστὼς ἤδη αἴτιον τὸ αἴτιον ποιεῖ τὸ ἀποτέλεσμα, ἢ μὴ ὂν αἴτιον. καὶ μὴ ὂν μὲν οὐδαμῶς· εἰ δὲ ὄν, δεῖ αὐτὸ πρότερον ὑποστῆναι καὶ προγενέσθαι αἴτιον, εἶθ’ οὕτως ἐπάγειν τὸ ἀποτέλεσμα, ὅπερ ὑπ’ αὐτοῦ ἀποτελεῖσθαι λέγεται ὄντος ἤδη αἰτίου. ἀλλ’ ἐπεὶ πρός τι ἐστὶ τὸ αἴτιον καὶ πρὸς τὸ ἀποτέλεσμα, σαφὲς ὅτι μὴ δύναται τούτου ὡς αἴτιον προϋποστῆναι· οὐδὲ ὂν ἄρα αἴτιον τὸ αἴτιον ἀποτελεῖν δύναται τὸ οὗ ἐστιν αἴτιον.

εἰ δὲ μήτε μὴ ὂν αἴτιον ἀποτελεῖ τι μήτε ὄν, οὐδὲ ἀποτελεῖ τι· διὸ οὐδὲ αἴτιον ἔσται· ἄνευ γὰρ τοῦ ἀποτελεῖν τι τὸ αἴτιον οὐ δύναται ὡς αἴτιον νοεῖσθαι. ὅθεν κἀκεῖνο λέγουσί τινες· τὸ αἴτιον ἤτοι συνυφίστασθαι δεῖ τῷ ἀποτελέσματι ἢ προυφίστασθαι τούτου ἢ <εἶναι> μετὰ τὸ γίνεσθαι <ἀποτέλεσμα> τὸ μὲν οὖν λέγειν, ὅτι τὸ αἴτιον εἰς ὑπόστασιν ἄγεται μετὰ τὴν γένεσιν τοῦ ἀποτελέσματος αὐτοῦ μὴ καὶ γελοῖον ᾖ. ἀλλ’ οὐδὲ προϋφίστασθαι δύναται τούτου· πρὸς αὐτὸ γὰρ νοεῖσθαι λέγεται, τὰ δὲ πρός τι φασὶν αὐτοί,

καθὸ πρός τι ἐστίν, συνυπάρχειν καὶ συννοεῖσθαι ἀλλήλοις. ἀλλ’ οὐδὲ συνυφίστασθαι· εἰ γὰρ ἀποτελεστικὸν αὐτοῦ ἐστιν, τὸ δὲ γινόμενον ὑπὸ ὄντος ἤδη γίνεσθαι χρή, πρότερον δεῖ τὸ αἴτιον γενέσθαι αἴτιον, εἶθ’ οὕτως ποιεῖν τὸ ἀποτέλεσμα. εἰ οὖν τὸ αἴτιον μήτε προϋφίσταται τοῦ ἀποτελέσματος αὐτοῦ μήτε συνυφίσταται τούτῳ, ἀλλ’ οὐδὲ <τὸ ἀποτέλεσμα> πρὸ αὐτοῦ γίνεται, μήποτε οὐδὲ ὑποστάσεως ὅλως μετέχει.

σαφὲς δὲ ἴσως ὅτι καὶ διὰ τούτων ἡ ἐπίνοια τοῦ αἰτίου πάλιν περιτρέπεται. εἰ γὰρ τὸ αἴτιον ὡς μὲν πρός τι οὐ δύναται τοῦ ἀποτελέσματος αὐτοῦ προεπινοηθῆναι, ἵνα δὲ ὡς αἴτιον τοῦ ἀποτελέσματος αὐτοῦ νοηθῇ, δεῖ αὐτὸ προεπινοεῖσθαι τοῦ ἀποτελέσματος αὐτοῦ, ἀδύνατον δὲ προεπινοηθῆναί τι ἐκείνου οὗ προεπινοηθῆναι [τι] οὐ δύναται, ἀδύνατόν ἐστιν ἐπινοηθῆναι τὸ αἴτιον.

‘Ἐκ τούτων οὖν λοιπὸν ἐπιλογιζόμεθα, ὅτι <εἰ> πιθανοὶ μέν εἰσιν οἱ λόγοι καθ’ οὓς ὑπεμνήσαμεν ὡς χρὴ λέγειν αἴτιον εἶναι, πιθανοὶ δὲ καὶ οἱ παριστάντες, ὅτι μὴ προσήκει αἴτιον εἶναί τι ἀποφαίνεσθαι, καὶ τούτων προκρίνειν τινὰς οὐκ ἐνδέχεται, μήτε σημεῖον μήτε κριτήριον μήτε ἀπόδειξιν ὁμολογουμένως ἡμῶν ἐχόντων, ὡς ἔμπροσθεν παρεστήσαμεν, ἐπέχειν ἀνάγκη καὶ περὶ τῆς ὑποστάσεως τοῦ αἰτίου, μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναί τι αἴτιον λέγοντας ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν.