Συμπεριτρέπεται μὲν οὖν τούτῳ ὅ τε διδάσκων καὶ ὁ μανθάνων οὐδὲν δὲ ἧττον καὶ κατὰ ἰδίαν ἀποροῦνται. ἤτοι γὰρ ὁ τεχνίτης τὸν τεχνίτην διδάσκει ἢ ὁ ἄτεχνος τὸν ἄτεχνον ἢ ὁ ἄτεχνος τὸν τεχνίτην ἢ ὁ τεχνίτης τὸν ἄτεχνον. ὁ μὲν οὖν τεχνίτης τὸν τεχνίτην οὐ διδάσκει· οὐθέτερος γὰρ αὐτῶν, καθό ἐστι τεχνίτης, δεῖται μαθήσεως. ἀλλ’ οὐδὲ ὁ ἄτεχνος τὸν ἄτεχνον, ὥσπερ οὐδὲ τυφλὸν ὁδηγεῖν δύναται τυφλός. οὐδὲ ὁ ἄτεχνος τὸν τεχνίτην·
γελοῖον γάρ. λείπεται λέγειν ὅτι ὁ τεχνίτης τὸν ἄτεχνον· ὃ καὶ αὐτὸ τῶν ἀδυνάτων ἐστίν. ὅλως γὰρ ὑποστῆναι τεχνίτην ἀδύνατον εἶναι λέγεται, ἐπεὶ μήτε αὐτοφυῶς τις καὶ ἅμα τῷ γενέσθαι τεχνίτης ὑφιστάμενος βλέπεται μήτε ἐξ ἀτέχνου γίνεταί τις τεχνίτης. ἤτοι γὰρ ‘ἓν θεώρημα καὶ μία κατάληψις δύναται ποιῆσαι τὸν ἄτεχνον τεχνίτην ἢ οὐδαμῶς.
ἀλλ’ εἰ μὲν κατάληψις μία τὸν ἄτεχνον τεχνίτην ἀπεργάζεται, πρῶτον μὲν ἐνέσται λέγειν, ὅτι οὔκ ἐστι σύστημα ἐκ καταλήψεων ἡ τέχνη· ὁ γὰρ μηδὲν ὅλως εἰδώς, εἰ θεώρημα διδαχθείη τέχνης, τεχνίτης ἂν οὕτω λέγοιτο εἶναι. εἶτα καὶ ἐὰν λέγῃ τις, ὡς ὁ τινὰ θεωρήματα τέχνης ἀνειληφὼς καὶ προσδεόμενος ἑνὸς ἔτι καὶ διὰ τοῦτο ὢν ἄτεχνος, ἂν τὸ ‘ἓν ἐκεῖνο προσλάβῃ, τεχνίτης ἐξ ἀτέχνου ἀποτελεῖται ἐκ καταλήψεως μιᾶς, ἀποκληρωτικὸν λέξει.
ἐπὶ γὰρ τῶν κατὰ μέρος οὐκ ἂν δύναιτο δεῖξαί τινα ἄτεχνον μὲν ἔτι, τεχνίτην δὲ ἐσόμενον, ἐὰν ἕν τι θεώρημα προσλάβῃ· οὐ γὰρ δήπου τὴν ἐξαρίθμησιν τῶν θεωρημάτων ἑκάστης τέχνης ἐπίσταταί τις, ὥστε ἀπαριθμησάμενος τὰ ἐγνωσμένα θεωρήματα, πόσα λείπεται πρὸς τὸν πλήρη τῶν θεωρημάτων τῆς τέχνης ἀριθμὸν εἰπεῖν ἔχειν. οὐκοῦν ἑνὸς θεωρήματος γνῶσις οὐ ποιεῖ τὸν ἄτεχνον τεχνίτην.
εἰ δὲ τοῦτό ἐστιν ἀληθές, ἐπεὶ μὴ πάντα ἀθρόως τὰ θεωρήματα τῶν τεχνῶν ἀναλαμβάνει τις, ἀλλ’ εἴπερ ἄρα, κατὰ ‘ἓν ἕκαστον, ἵνα τις καὶ τοῦτο καθ’ ὑπόθεσιν διδῷ, ὁ κατὰ ‘ἓν θεώρημα τῆς τέχνης ἀναλαμβάνειν λεγόμενος οὐκ ἂν τεχνίτης γένοιτο· ὑπεμιμνῄσκομεν γάρ, ὅτι οὐ δύναται θεωρήματος ἑνὸς γνῶσις τὸν ἄτεχνον ποιῆσαι τεχνίτην. οὐδὲ ἐξ ἀτέχνου τοίνυν γίνεταί τις τεχνίτης. ὥστε καὶ διὰ ταῦτα φαίνεται ἀνυπόστατος εἶναι ὁ τεχνίτης. διὰ δὲ τοῦτο καὶ ὁ διδάσκων.
ἀλλ’ οὐδὲ ὁ μανθάνειν λεγόμενος, ἄτεχνος ὤν, δύναται τὰ τῆς τέχνης θεωρήματα, ἧς ἐστιν ἄτεχνος, μανθάνειν τε καὶ καταλαμβάνειν. ὡς γὰρ ὁ ἐκ γενετῆς πηρός, εἰς ὅσον ἐστὶ πηρός, οὐκ ἂν λάβοι χρωμάτων ἀντίληψιν, οὐδὲ ὁ ἐκ γενετῆς κωφὸς ὁμοίως φωνῆς, οὕτως οὐδὲ ὁ ἄτεχνος καταλάβοι ἂν τὰ τῆς τέχνης θεωρήματα ἧς ἐστιν ἄτεχνος. καὶ γὰρ ἂν οὕτως ὁ αὐτὸς εἴη τεχνίτης τε καὶ ἄτεχνος τῶν αὐτῶν, ἄτεχνος μὲν ἐπεὶ οὕτως ὑπόκειται, τεχνίτης δὲ ἐπεὶ κατάληψιν ἔχει τῶν τῆς τέχνης θεωρημάτων.
ὥστε οὐδὲ ὁ τεχνίτης τὸν ἄτεχνον διδάσκει. εἰ δὲ μήτε ὁ τεχνίτης τὸν τεχνίτην διδάσκει μήτε ὁ ἄτεχνος τὸν ἄτεχνον μήτε ὁ ἄτεχνος τὸν τεχνίτην μήτε ὁ τεχνίτης τὸν ἄτεχνον, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὔτε ὁ διδάσκων ἔστιν οὔτε ὁ διδασκόμενος.