Libro 3, § 17 — Schizzi pirroniani

Ἑπομένως δὲ καὶ περὶ τῆς ὡς πρὸς τὴν φύσιν μονῆς ἠπόρησάν τινες λέγοντες, ὅτι τὸ κινούμενον οὐ μένει, πᾶν δὲ σῶμα διαρκῶς κινεῖται κατὰ τὰς τῶν δογματικῶν ὑπολήψεις, ῥευστὴν εἶναι λεγόντων τὴν οὐσίαν καὶ ἀεὶ διαφορήσεις τε καὶ προσθέσεις ποιουμένην, ὡς τὸν μὲν Πλάτωνα μηδὲ ὄντα λέγειν τὰ σώματα ἀλλὰ γινόμενα μᾶλλον καλεῖν, τὸν δὲ Ἡράκλειτον ὀξείᾳ ποταμοῦ ῥύσει τὴν εὐκινησίαν τῆς ἡμετέρας ὕλης ἀπεικάζειν. οὐδὲν ἄρα σῶμα μένει τό.

γε μὴν λεγόμενον μένειν συνέχεσθαι δοκεῖ ὑπὸ τῶν περὶ αὐτό, τὸ δὲ συνεχόμενον πάσχει· οὐδὲν δὲ ἔστι πάσχον, ἐπεὶ μηδὲ αἴτιον, ὡς ὑπεμνήσαμεν· οὐδὲ μένει τι ἄρα. ἐρωτῶσι δέ τινες καὶ τοῦτον τὸν λόγον.. τὸ μένον πάσχει, τὸ δὲ πάσχον κινεῖται· τὸ ἄρα μένειν λεγόμενον κινεῖται· εἰ δὲ κινεῖται, οὐ μένει.

ἐκ δὲ τούτων φανερόν ἐστιν, ὅτι οὐδὲ τὸ ἀσώματον ἐνδέχεται μένειν. εἰ γὰρ τὸ μένον πάσχει, τὸ δὲ πάσχειν σωμάτων ἐστὶν ἴδιον, εἴπερ ἄρα, καὶ οὐχὶ ἀσωμάτων, οὐδὲν δὲ ἀσώματον οὔτε πάσχειν δύναται οὔτε μένειν, οὐδὲν ἄρα μένει.

Τοσαῦτα μὲν καὶ περὶ μονῆς εἰρήσθω. ἐπεὶ δὲ ἕκαστον τῶν προειρημένων οὐκ ἄνευ τόπου ἢ χρόνου ἐπινοεῖται, μετιτέον ἐπὶ τὴν περὶ τούτων σκέψιν· ἐὰν γὰρ ταῦτα δείξῃ τις ἀνυπόστατα, ἀνυπόστατον ἔσται καὶ διὰ ταῦτα ἐκείνων ἕκαστον. ἀρξώμεθα δὲ ἀπὸ τοῦ τόπου.