Libro 1, § 24 — Schizzi pirroniani

Καὶ ἡ ἀοριστία δὲ πάθος διανοίας ἐστί, καθ’ ὃ οὔτε αἴρομέν τι οὔτε τίθεμεν τῶν δογματικῶς ζητουμένων, τουτέστι τῶν ἀδήλων. ὅταν οὖν λέγῃ ὁ σκεπτικὸς ‘πάντα ἐστὶν ἀόριστα’ τὸ μὲν ‘ἔστι’ λαμβάνει ἀντὶ τοῦ ‘φαίνεσθαι αὐτῷ, πάντα δὲ λέγει οὐ τὰ ὄντα ἀλλ’ ἅπερ διεξῆλθε τῶν παρὰ τοῖς δογματικοῖς ζητουμένων ἀδήλων, ἀόριστα δὲ μὴ προύχοντα τῶν ἀντικειμένων ἢ κοινῶς μαχομένων κατὰ πίστιν ἢ ἀπιστίαν.

καὶ ὥσπερ ὁ λέγων ‘περιπατῶ’ δυνάμει φησὶν ‘ἐγὼ περιπατῶ’, οὕτως ὁ λέγων ‘πάντα ἐστὶν ἀόριστα’ συσσημαίνει ‘καθ’ ἡμᾶς, ἢ ‘ὡς πρὸς ἐμὲ, ἢ ‘ὡς ἐμοὶ φαίνεται’, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον ‘ὅσα ἐπῆλθον τῶν <παρὰ τοῖς> δογματικοῖς ζητουμένων, τοιαῦτά μοι φαίνεται ὡς μηδὲν αὐτῶν τοῦ μαχομένου προύχειν μοι δοκεῖν κατὰ πίστιν ἢ ἀπιστίαν.