Libro 1, § 23 — Schizzi pirroniani

Περὶ δὲ τοῦ ‘οὐδὲν ὁρίζω’ ταῦτα φαμέν. ὁρίζειν εἶναι νομίζομεν οὐχὶ τὸ ἁπλῶς λέγειν τι, ἀλλὰ τὸ πρᾶγμα ἄδηλον προφέρεσθαι μετὰ συγκαταθέσεως. οὕτω γὰρ οὐδὲν ὁρίζων ὁ σκεπτικὸς τάχα εὑρεθήσεται, οὐδὲ αὐτὸ τὸ ‘οὐδὲν ὁρίζω·’ οὐ γάρ ἐστι δογματικὴ ὑπόληψις, τουτέστιν ἀδήλῳ συγκατάθεσις, ἀλλὰ φωνὴ πάθους ἡμετέρου δηλωτική. ὅταν οὖν εἴπῃ ὁ σκεπτικὸς ‘οὐδὲν ‘ὁρίζω, τοῦτό φησιν ‘ἐγὼ οὕτω πέπονθα νῦν ὡς μηδὲν τῶν ὑπὸ τὴν ζήτησιν τήνδε πεπτωκότων τιθέναι δογματικῶς ἢ ἀναιρεῖν’. τοῦτο δέ φησι λέγων τὸ ἑαυτῷ φαινόμενον περὶ τῶν προκειμένων ἀπαγγελτικῶς, οὐ δογματικῶς μετὰ πεποιθήσεως ἀποφαινόμενος, ἀλλ’ ὃ πάσχει διηγούμενος.