Livre 3, § 18 — Esquisses pyrrhoniennes

Τόπος τοίνυν λέγεται διχῶς, κυρίως καὶ καταχρηστικῶς, καταχρηστικῶς μὲν [ὡς] ὁ ἐν πλάτει, ὡς ἐμοῦ ἡ πόλις, κυρίως δὲ ὁ πρὸς ἀκρίβειαν κατέχων, ὑφ’ οὗ περιέχομαι πρὸς ἀκρίβειαν. ζητοῦμεν οὖν περὶ τοῦ τόπου <τοῦ> πρὸς ἀκρίβειαν. τοῦτον δὲ οἱ μὲν ἔθεσαν, οἱ δὲ ἀνεῖλον, οἱ δὲ ἐπέσχον περὶ αὐτοῦ.

ὧν οἱ μὲν ὑπάρχειν αὐτὸν φάσκοντες ἐπὶ τὴν ἐνάργειαν καταφεύγουσιν. τίς γὰρ ἄν, φασί, λέξειε μὴ εἶναι τόπον ὁρῶν τὰ μέρη τοῦ τόπου, οἷον τὰ δεξιὰ τὰ ἀριστερά, τὰ ἄνω τὰ κάτω, ἔμπροσθεν ὀπίσω, καὶ ἄλλοτε ἀλλαχοῦ γιγνόμενος, βλέπων τε, ὅτι ἔνθα ὁ ὑφηγητὴς ὁ ἐμὸς διελέγετο, ἐνταῦθα ἐγὼ νῦν διαλέγομαι, τόπον τε διάφορον καταλαμβάνων τῶν κούφων φύσει καὶ τῶν φύσει βαρέων,

ἔτι καὶ τῶν ἀρχαίων ἀκούων λεγόντων ‘ἤτοι μὲν γὰρ πρῶτα χάος ἐγένετο’. εἶναι γάρ φασι χάος τὸν τόπον ἀπὸ τοῦ χωρητικὸν αὐτὸν εἶναι τῶν ἐν αὐτῷ γινομένων. εἴγε μὴν ἔστι τι σῶμα, φασίν, ἔστι καὶ ὁ τόπος· ἄνευ γὰρ τούτου οὐκ ἂν εἴη τὸ σῶμα. καὶ εἰ ἔστι τὸ ὑφ’ οὗ καὶ τὸ ἐξ οὗ, ἔστι καὶ τὸ ἐν ᾧ, ὅπερ ἐστὶν ὁ τόπος· τὸ δὲ πρῶτον ἐν ἑκατέρῳ· τὸ ἄρα δεύτερον ἐν ἀμφοτέροις.

οἱ δὲ ἀναιροῦντες τὸν τόπον οὔτε τὰ μέρη τοῦ τόπου διδόασιν εἶναι· μηδὲν γὰρ εἶναι τὸν τόπον παρὰ τὰ τούτου μέρη, καὶ τὸν συνάγειν πειρώμενον, ὅτι ἔστιν ὁ τόπος ἐκ τοῦ τὰ μέρη αὐτοῦ ὡς ὄντα λαμβάνειν, τὸ ζητούμενον δι’ ἑαυτοῦ κατασκευάζειν βούλεσθαι. ὁμοίως δὲ ληρεῖν καὶ τοὺς ἔν τινι τόπῳ γίνεσθαί τι ἢ γεγονέναι φάσκοντας, ὅλως μὴ διδομένου τοῦ τόπου. συναρπάζειν δὲ αὐτοὺς καὶ τὴν τοῦ σώματος ὕπαρξιν μὴ διδομένην αὐτόθεν· καὶ τὸ ἐξ οὗ καὶ τὸ ὑφ’ οὗ δείκνυσθαι ἀνύπαρκτα παραπλησίως τῷ τόπῳ.

τόν τε Ἡσίοδον μὴ ἀξιόχρεων εἶναι κριτὴν τῶν κατὰ φιλοσοφίαν. καὶ οὕτω διακρουόμενοι τὰ εἰς κατασκευὴν φερόμενα τοῦ εἶναι τόπον, ἤδη καὶ ποικιλώτερον κατασκευάζουσιν, ὅτι ἀνύπαρκτός ἐστι, ταῖς ἐμβριθεστέραις εἶναι δοκούσαις τῶν δογματικῶν στάσεσι περὶ τοῦ τόπου προσχρώμενοι, τῇ τε τῶν Στωικῶν καὶ τῇ τῶν Περιπατητικῶν, τὸν τρόπον τοῦτον.

Οἱ Στωικοί φασι κενὸν μὲν εἶναι τὸ οἷόν τε ὑπὸ ὄντος κατέχεσθαι μὴ κατεχόμενον δέ, ἢ διάστημα ἔρημον σώματος, ἢ διάστημα ἀκαθεκτούμενον ὑπὸ σώματος, τόπον δὲ διάστημα ὑπὸ ὄντος κατεχόμενον καὶ ἐξισαζόμενον τῷ κατέχοντι αὐτόν, νῦν ὂν καλοῦντες τὸ σῶμα, χώραν δὲ διάστημα κατὰ μέν τι κατεχόμενον ὑπὸ σώματος κατὰ δέ τι ἀκαθεκτούμενον, ἐνίων χώραν εἰπόντων εἶναι τὸν τόπον τοῦ μεγάλου σώματος, ὡς ἐν μεγέθει τὴν διαφορὰν εἶναι τοῦ τε τόπου καὶ τῆς χώρας.

λέγεται οὖν, ὅτι ἐπειδὴ διάστημα ὑπὸ σώματος κατεχόμενόν φασιν εἶναι τὸν τόπον, πῶς καὶ λέγουσιν αὐτὸν εἶναι διάστημα; πότερον τὸ μῆκος τοῦ σώματος ἢ τὸ πλάτος ἢ τὸ βάθος μόνον ἢ τὰς τρεῖς διαστάσεις; εἰ μὲν γὰρ μίαν διάστασιν, οὐκ ἐξισάζεται ὁ τόπος τῷ οὗ τόπος ἐστίν, πρὸς τῷ καὶ μέρος τοῦ περιεχομένου τὸ περιέχον εἶναι, ὃ παντάπασιν ἀπεμφαίνει.

εἰ δὲ αἱ τρεῖς διαστάσεις, ἐπεὶ οὔτε κενὸν ὑπόκειται ἐν τῷ λεγομένῳ τόπῳ οὔτε ἄλλο σῶμα διάστασιν ἔχον, μόνον δὲ τὸ ἐν τόπῳ λεγόμενον εἶναι σῶμα οὐ συνέστηκεν ἐκ τῶν διαστάσεων ἔστι γὰρ τοῦτο μῆκος καὶ πλάτος καὶ βάθος καὶ ἀντιτυπία, ἣ δὴ συμβεβηκέναι λέγεται ταῖς διαστάσεσι ταῖς προειρημέναις), αὐτὸ τὸ σῶμα ἔσται ἑαυτοῦ τόπος, καὶ τὸ αὐτὸ περιέχον καὶ περιεχόμενον, ὅπερ ἄτοπον. οὐκ ἄρα ἔστι τις διάστασις τόπου ὑποκειμένου. διὰ δὲ τοῦτο οὐδὲ ἔστι τι ὁ τόπος.

ἐρωτᾶται δὲ καὶ οὗτος ὁ λόγος. ἐπεὶ διπλαῖ αἱ διαστάσεις οὐ θεωροῦνται καθ’ ἕκαστον τῶν ἐν τόπῳ εἶναι λεγομένων, ἀλλ’ ‘ἓν μῆκος καὶ ‘ἓν πλάτος καὶ ἓν βάθος, πότερον μόνου τοῦ σώματός εἰσιν αἱ διαστάσεις αὗται ἢ μόνου τοῦ τόπου ἢ ἀμφοτέρων; ἀλλ’ εἰ μὲν μόνου τοῦ τόπου, οὐχ ἕξει τὸ σῶμα ἴδιον μῆκος οὐδὲ πλάτος οὐδὲ βάθος οὐθέν, ὥστε οὐδὲ σῶμα ἔσται τὸ σῶμα, ὅπερ ἄτοπον.

εἰ δὲ ἀμφοτέρων, ἐπεὶ τὸ κενὸν οὐδεμίαν ὑπόστασιν ἔχει παρὰ τὰς διαστάσεις, εἰ αἱ διαστάσεις αἱ τοῦ κενοῦ ὑπόκεινται ἐν τῷ σώματι συστατικαὶ οὖσαι αὐτοῦ τοῦ σώματος, τὰ τοῦ κενοῦ συστατικὰ καὶ τοῦ σώματος ἔσται συστατικά. περὶ μὲν γὰρ τῆς ὑπάρξεως τῆς ἀντιτυπίας οὐκ ἔστι διαβεβαιώσασθαι, καθάπερ ἔμπροσθεν ὑπεμνήσαμεν· μόνων δὲ τῶν διαστάσεων φαινομένων κατὰ τὸ λεγόμενον σῶμα, αἵπερ εἰσὶ τοῦ κενοῦ καὶ αἱ αὐταὶ τῷ κενῷ, κενὸν ἔσται τὸ σῶμα· ὅπερ ἄτοπον. εἰ δὲ μόνου τοῦ σώματός εἰσιν αἱ διαστάσεις, οὐδεμία ἔσται διάστασις τόπου, διόπερ οὐδὲ ὁ τόπος. εἰ τοίνυν κατ’ οὐδένα τῶν προειρημένων τρόπων εὑρίσκεται τόπου διάστασις, οὐδὲ ἔστιν ὁ τόπος.

πρὸς τούτοις λέγεται, ὅτι ὅτε ἔπεισι τῷ κενῷ τὸ σῶμα καὶ γίνεται τόπος, ἤτοι ὑπομένει τὸ κενὸν ἢ ὑποχωρεῖ ἢ φθείρεται. ἀλλ’ εἰ μὲν ὑπομένει, τὸ αὐτὸ ἔσται καὶ πλῆρες καὶ κενόν· εἰ δὲ ὑποχωρεῖ κινούμενον μεταβατικῶς ἢ φθείρεται μεταβάλλον, σῶμα ἔσται τὸ κενόν· σώματος γὰρ ἴδιά ἐστι ταῦτα τὰ πάθη. ἄτοπον δὲ τὸ αὐτὸ λέγειν κενὸν καὶ πλῆρες, ἢ ὅτι σῶμά ἐστι τὸ κενόν. ἄτοπον ἄρα τὸ λέγειν οἷόν τε εἶναι τὸ κενὸν ὑπὸ σώματος κατασχεθῆναι καὶ γενέσθαι τόπον.

διὰ δὲ ταῦτα καὶ τὸ κενὸν ἀνυπόστατον εὑρίσκεται, εἴγε μὴ δυνατόν ἐστιν αὐτὸ κατασχεθῆναι ὑπὸ σώματος καὶ γενέσθαι τόπον· ἐλέγετο γὰρ κενὸν εἶναι ὃ οἷόν τε ὑπὸ σώματος κατασχεθῆναι. συμπεριτρέπεται δὲ τούτοις καὶ ἡ χώρα· εἴτε γὰρ ὁ μέγας τόπος ἐστὶ χώρα, συμπεριγράφεται τῷ τόπῳ, εἴτε ἡ κατὰ μέν τι ὑπὸ σώματος κατεχομένη, κατὰ δέ τι κενὴ διάστασις, ἀμφοτέροις συναναιρεῖται.

Ταῦτα μὲν οὖν καὶ ἔτι πλείω πρὸς τὴν στάσιν τῶν Στωικῶν περὶ τοῦ τόπου λέγεται· οἱ δὲ Περιπατητικοί.. φασιν εἶναι τόπον τὸ πέρας τοῦ περιέχοντος, καθὸ περιέχει, ὡς ἐμοῦ τόπον εἶναι τὴν ἐπιφάνειαν τοῦ ἀέρος τὴν περιτετυπωμένην τῷ ἐμῷ σώματι. ἀλλ’ εἴπερ τοῦτό ἐστιν ὁ τόπος, τὸ αὐτὸ καὶ ἔσται καὶ οὐκ ἔσται. ὅτε γὰρ μέλλει ἔν τινι τόπῳ γίνεσθαι τὸ σῶμα, καθὸ μὲν οὐδὲν δύναται γενέσθαι ἐν τῷ μὴ ὑπάρχοντι, δεῖ προϋπάρχειν τὸν τόπον, ἵνα οὕτως ἐν αὐτῷ γένηται τὸ σῶμα, καὶ διὰ τοῦτο ἔσται ὁ τόπος πρὶν ἐν αὐτῷ γενέσθαι τὸ ἐν τῷ τόπῳ σῶμα. καθὸ δὲ περιτυπουμένης τῆς τοῦ περιέχοντος ἐπιφανείας τῷ περιεχομένῳ ἀποτελεῖται, οὐ δύναται ὑποστῆναι ὁ τόπος πρὸ τοῦ ἐν αὐτῷ γενέσθαι τὸ σῶμα, καὶ διὰ τοῦτο οὐκ ἔσται τότε. ἄτοπον δὲ τὸ αὐτὸ λέγειν καὶ εἶναί τι καὶ μὴ εἶναι· οὐκ ἄρα ἐστὶ τόπος τὸ πέρας τοῦ περιέχοντος, καθὸ περιέχει.

πρὸς τούτοις, εἴ ἐστί τι ὁ τόπος, ἤτοι γεννητός ἐστιν ἢ ἀγέννητος. ἀγέννητος μὲν οὖν οὔκ ἐστιν· περιτυπούμενος γάρ, φασίν, τῷ ἐν αὐτῷ σώματι ἀποτελεῖται. ἀλλ’ οὐδὲ γεννητός· εἰ γάρ ἐστι γεννητός, ἤτοι ὅτε ἐν τόπῳ ἐστὶ τὸ σῶμα, τότε γίνεται ὁ τόπος ἐν ᾧ ἤδη λέγεται εἶναι τὸ ἐν τόπῳ, ἢ ὅτε οὔκ ἐστιν ἐν αὐτῷ.

οὔτε δὲ ὅτε ἐν αὐτῷ ἐστιν ἔστι γὰρ ἤδη τοῦ ἐν αὐτῷ σώματος ὁ τόπος) οὔτε ὅτε οὔκ ἐστιν ἐν αὐτῷ, εἴγε περιτυποῦται μέν, ὡς φασίν, τῷ περιεχομένῳ τὸ περιέχον καὶ οὕτω γίνεται τόπος, τῷ δὲ μὴ ἐν αὐτῷ ὄντι οὐδὲν δύναται περιτυπωθῆναι. εἰ δὲ μήτε ὅτε ἐν τόπῳ ἐστὶ τὸ σῶμα, μήτε ὅτε οὔκ ἐστιν ἐν αὐτῷ, γίνεται ὁ τόπος, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν ἐπινοεῖν, οὐδὲ γεννητός ἐστιν ὁ τόπος. εἰ δὲ μήτε γεννητός ἐστι μήτε ἀγέννητος, οὐδὲ ἔστιν.

κοινότερον δὲ καὶ ταῦτα δύναται λέγεσθαι. εἴ ἐστί τι ὁ τόπος, ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον· ἑκάτερον δὲ τούτων ἀπορεῖται, ὡς ὑπεμνήσαμεν· καὶ ὁ τόπος ἄρα ἐστὶν ἄπορος. ὁ τόπος πρὸς τῷ σώματι νοεῖται, οὗ ἐστι τόπος· ἄπορος δέ ἐστιν ὁ περὶ τῆς ὑπάρξεως τοῦ σώματος λόγος· καὶ ὁ περὶ τοῦ τόπου ἄρα. ὁ τόπος ἑκάστου ἀίδιος μὲν οὔκ ἐστιν, γίνεσθαι δὲ λεγόμενος ἀνυπόστατος εὑρίσκεται γενέσεως μὴ ὑπαρχούσης.

Ἔνεστι δὲ καὶ ἄλλα πλείω λέγειν. ἀλλ’ ἵνα μὴ τὸν λόγον μηκύνωμεν, ἐκεῖνο ἐπακτέον, ὅτι τοὺς σκεπτικοὺς ἐντρέπουσι μὲν οἱ λόγοι, δυσωπεῖ δὲ καὶ ἡ ἐνάργεια. διόπερ οὐθετέρῳ προστιθέμεθα ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν, ἀλλ’ ἐπέχομεν περὶ τοῦ τόπου.