Book 3, § 22 — Outlines of Pyrrhonism

Φασὶν οὖν οἱ Στωικοὶ ἀγαθὸν εἶναι ὠφέλειαν ἢ οὐχ ἕτερον ὠφελείας, ὠφέλειαν μὲν λέγοντες τὴν ἀρετὴν καὶ τὴν σπουδαίαν πρᾶξιν, οὐχ ἕτερον δὲ ὠφελείας τὸν σπουδαῖον καὶ τὸν φίλον. ἡ μὲν γὰρ ἀρετή πως ἔχον ἡγεμονικὸν καθεστηκυῖα καὶ ἡ σπουδαία πρᾶξις ἐνέργειά τις οὖσα κατ’ ἀρετὴν ἄντικρύς ἐστιν ὠφέλεια, ὁ δὲ σπουδαῖος ἄνθρωπος καὶ ὁ φίλος οὐχ ἕτερος ὠφελείας.

μέρος μὲν γὰρ τοῦ σπουδαίου ἐστὶν ὠφέλεια, τὸ ἡγεμονικὸν αὐτοῦ ὑπάρχουσα· τὰ δὲ ὅλα οὔτε τὰ αὐτὰ τοῖς μέρεσιν εἶναι λέγουσιν οὐ γάρ ἐστιν ὁ ἄνθρωπος χείρ), οὔτε ἕτερα παρὰ τὰ μέρη οὐκ ἄνευ γὰρ τῶν μερῶν ὑφέστηκεν). διόπερ οὐχ ἕτερα τῶν μερῶν τὰ ὅλα λέγουσιν. ὅθεν τὸν σπουδαῖον ὅλον ὄντα ὡς πρὸς τὸ ἡγεμονικὸν ἑαυτοῦ, ὅπερ ἔφασαν ὠφέλειαν, οὐχ ἕτερον ὠφελείας εἶναι λέγουσιν. ἐντεῦθεν καὶ τριχῶς τὸ ἀγαθόν φασι λέγεσθαι.

καθ’ ἕνα μὲν γὰρ τρόπον φασὶν εἶναι ἀγαθὸν τὸ ὑφ' οὗ ἔστιν ὠφελεῖσθαι, ὃ δὴ ἀρχικώτατόν ἐστι καὶ ἀρετή, καθ’ ἕτερον δὲ καθ’ ὃ συμβαίνει ὠφελεῖσθαι, ὡς ἡ ἀρετὴ καὶ αἱ κατ’ ἀρετὴν πράξεις, κατὰ τρίτον δὲ τρόπον τὸ οἷόν τε ὠφελεῖν, τοῦτο δὲ καὶ ἀρετὴν εἶναι καὶ <τὴν> κατὰ ἀρετὴν πρᾶξιν καὶ τὸν σπουδαῖον καὶ τὸν φίλον, θεούς τε καὶ σπουδαίους δαίμονας, ὡς τὸ μὲν δεύτερον σημαινόμενον τοῦ ἀγαθοῦ ἐμπεριληπτικὸν εἶναι τοῦ πρώτου σημαινομένου, τὸ δὲ τρίτον τοῦ δευτέρου καὶ τοῦ πρώτου.

τινὲς δέ φασιν ἀγαθὸν εἶναι τὸ δι’ ἑαυτὸ αἱρετόν, ἄλλοι δὲ τὸ συλλαμβάνον πρὸς εὐδαιμονίαν ἢ τὸ συμπληρωτικόν· εὐδαιμονία δέ ἐστιν, ὡς οἱ Στωικοί φασιν, εὔροια βίου.

Τοιαῦτα μέν τινα εἰς τὴν ἔννοιαν τοῦ ἀγαθοῦ λέγεται.

εἴτε δὲ τὸ ὠφελοῦν εἴτε τὸ δι’ ἑαυτὸ αἱρετὸν εἴτε τὸ συνεργοῦν πρὸς εὐδαιμονίαν ἀγαθόν τις εἶναι λέγοι, οὐχὶ τί ἐστι τὸ ἀγαθὸν παρίστησιν, ἀλλά τι τῶν συμβεβηκότων αὐτῷ λέγει. ὅπερ ἐστὶ μάταιον. ἤτοι γὰρ μόνῳ τῷ ἀγαθῷ συμβέβηκε τὰ προειρημένα ἢ καὶ ἑτέροις. ἀλλ’ εἰ μὲν καὶ ἑτέροις, οὔκ ἐστι χαρακτηριστικὰ τοῦ ἀγαθοῦ κοινοποιούμενα· εἰ δὲ μόνῳ τῷ ἀγαθῷ, οὐκ ἐνδέχεται ἡμᾶς ἀπὸ τούτων νοεῖν τὸ ἀγαθόν·

ὡς γὰρ ὁ ἀνεννόητος ἵππου οὔτε τὸ χρεμετίζειν τί ἐστιν οἶδεν, οὔτε διὰ τούτου δύναται εἰς ἔννοιαν ἐλθεῖν ἵππου εἰ μὴ πρότερον ἵππῳ χρεμετίζοντι ἐντύχοι, οὕτω <καὶ> ὁ διὰ τὸ μὴ εἰδέναι τὸ ἀγαθὸν. ζητῶν τί ἐστιν ἀγαθόν, οὐ δύναται γινώσκειν τὸ ἰδίως αὐτῷ καὶ μόνῳ ὑπάρχον, ἵνα δι’ αὐτοῦ τὸ ἀγαθὸν αὐτὸ νοῆσαι δυνηθῇ. πρότερον γὰρ δεῖ μαθεῖν τὴν αὐτοῦ τοῦ ἀγαθοῦ φύσιν, εἶθ’ οὕτω συνεῖναι ὅτι ὠφελεῖ καὶ ὅτι δι’ αὑτὸ αἱρετόν ἐστι καὶ ὅτι εὐδαιμονίας ποιητικόν.

ὅτι δὲ τὰ προειρημένα συμβεβηκότα οὔκ ἐστιν ἱκανὰ μηνῦσαι τὴν ἐπίνοιαν καὶ τὴν φύσιν τοῦ ἀγαθοῦ, δηλοῦσιν ἔργῳ οἱ δογματικοί. ὡς μὲν γὰρ ὠφελεῖ τὸ ἀγαθὸν καὶ ὅτι αἱρετόν ἐστι, παρὸ καὶ ἀγαθὸν εἴρηται τὸ οἱονεὶ ἀγαστόν, καὶ ὅτι εὐδαιμονίας ἐστὶ ποιητικόν, πάντες ἴσως συγχωροῦσιν· ἐρωτώμενοι δέ, τί ἐστιν ᾧ ταῦτα συμβέβηκεν, εἰς ἄσπειστον ἐμπίπτουσι πόλεμον, οἱ μὲν ἀρετὴν λέγοντες, οἱ δὲ ἡδονήν, οἱ δὲ ἀλυπίαν, οἱ δὲ ἄλλο τι. καίτοι εἰ ἐκ τῶν προειρημένων ὅρων ἐδείκνυτο τί ἐστι τὸ ἀγαθὸν αὐτό, οὐκ ἂν ἐστασίαζον ὡς ἀγνοουμένης τῆς τούτου φύσεως.

Οὕτω μὲν οὖν διαφέρονται περὶ τῆς ἐννοίας τοῦ ἀγαθοῦ οἱ δοκιμώτατοι δοκοῦντες εἶναι τῶν δογματικῶν· ὁμοίως δὲ διηνέχθησαν καὶ περὶ τοῦ κακοῦ, λέγοντες κακὸν εἶναι βλάβην ἢ οὐχ ἕτερον βλάβης, οἱ δὲ τὸ δι’ ἑαυτὸ φευκτόν, οἱ δὲ τὸ κακοδαιμονίας ποιητικόν. δι’ ὧν οὐχὶ τὴν οὐσίαν τοῦ κακοῦ, ἀλλά τινα τῶν συμβεβηκότων ’ἴσως αὐτῷ φάσκοντες εἰς τὴν προειρημένην ἐμπίπτουσιν ἀπορίαν.

Τὸ δὲ ἀδιάφορόν φασι λέγεσθαι μὲν τριχῶς, καθ’ ἕνα μὲν τρόπον πρὸς ὃ μήτε ὁρμὴ μήτε ἀφορμὴ γίνεται, οἷόν ἐστι τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας ἢ τὰς ἐπὶ τῆς κεφαλῆς τρίχας· καθ’ ἕτερον δὲ πρὸς ὃ ὁρμὴ μὲν ἢ ἀφορμὴ γίνεται, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε, οἷον ἐπὶ δυεῖν τετραδράχμων ἀπαραλλάκτων, ὅταν δέῃ τὸ ἕτερον αὐτῶν αἱρεῖσθαι· ὁρμὴ μὲν γὰρ γίνεται πρὸς τὸ αἱρεῖσθαι τὸ ἕτερον αὐτῶν, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε· κατὰ τρίτον δὲ τρόπον φασὶν ἀδιάφορον εἶναι τὸ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συμβαλλόμενον, ὡς ὑγίειαν πλοῦτον· ᾧ γὰρ ἔστιν ὁτὲ μὲν εὖ, ὁτὲ δὲ κακῶς χρήσασθαι, τοῦτο ἀδιάφορον εἶναί φασιν, περὶ οὗ μάλιστα ἐν τοῖς ἠθικοῖς διαλαμβάνειν λέγουσιν.

τίνα μέντοι καὶ περὶ ταύτης τῆς ἐννοίας δεῖ φρονεῖν, δῆλον ἐκ τῶν εἰρημένων ἡμῖν περί τε ἀγαθῶν καὶ κακῶν.

Οὕτω μὲν οὖν σαφές ἐστιν, ὅτι οὐκ ἐπέστησαν ἡμᾶς τῇ ἐννοίᾳ τῶν προειρημένων ἑκάστου· οὐδὲν δὲ ἀπεικὸς πεπόνθασιν ἐν ἀνυποστάτοις τάχα πράγμασι σφαλλόμενοι. ὅτι γὰρ οὐδὲν τῇ φύσει ἐστὶν ἀγαθὸν ἢ κακὸν ἢ ἀδιάφορον, ἐντεῦθέν τινες ἐπιλογίζονται.