καἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνην τε καὶ ὄλβον, ἐξ ἁλὸς ᾧ ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα, σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν, ὃν λεῦκον καλέουσιν, ὁ γὰρ θ’ ἱερώτατος ἄλλων, καί κε λίνα στήσαιτο καὶ ἐξερύσαιτο θαλάσσης ἔμπλεα."