§ 24 — Epigramme

ἄλλος ὁ Χῖος· ἐγὼ δὲ Θεόκριτος, ὃς τάδ’ ἔγραψα, εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων, υἱὸς Πραξαγόραο περικλειτῆς τε Φιλίννης· μοῦσαν δ’ ὀθνείαν οὔ τιν’ ἐφελκυσάμαν.