τὸν κλέπταν πότ’ Ἔρωτα κακὰ κέντασε μέλισσα κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν δάκτυλα πάνθ’ ὑπένυξεν. ὁ δ’ ἄλγεε καὶ χέρ’ ἐφύση καὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δ’ Ἀφροδίτᾳ δεῖξεν τὰν ὀδύναν καὶ μέμφετο, ὅττί γε τυτθὸν θηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ. χἁ μάτηρ γελάσασα· τί δ’; οὐκ ἴσος ἐσσὶ μελίσσαις; ὡς τυτθὸς μὲν ἔφυς, τὰ δὲ τραύματα χἁλίκα ποιεῖς.