§ 18 — Idyllen

ἔν ποκ’ ἄρα Σπάρτᾳ ξανθότριχι πὰρ Μενελάῳ παρθενικαὶ θάλλοντα κόμαις ὑάκινθον ἔχοισαι πρόσθε νεογράπτω θαλάμω χορὸν ἐστάσαντο, δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαινᾶν, ἁνίκα Τυνδαριδᾶν κατεδέξατο τὰν ἀγαπητὰν μναστεύσας Ἑλέναν ὁ νεώτερος Ἀτρέος υἱός. ἄειδον δ’ ἄρα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαι ποσσὶ περιπλέκτοις, ὑπὸ δ’ ἴαχε δῶμ’ ὑμεναίῳ. οὕτω δὴ πρωιζὲ κατέδραθες ὦ φίλε γαμβρέ; ἦ ῥά τις ἐσσὶ λίαν βαρυγούνατος; ἦ ῥα φίλυπνος; ἦ ῥα πολύν τιν’ ἔπινες, ὅτ’ εἰς εὐνὰν κατεβάλλευ; εὕδειν μὰν σπεύδοντα καθ’ ὥραν αὐτὸν ἐχρῆν τυ, παῖδα δ’ ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρὶ παίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἔνας καὶ ἐς ἀῶ κεἰς ἔτος ἐξ ἔτεος Μενέλαε τεὰ νυὸς ἅδε. ὄλβιε γάμβρ’, ἀγαθός τις ἐπέπταρεν ἐρχομένῳ τοι ἐς Σπάρταν, ἅπερ ὥλλοι ἀριστέες, ὡς ἀνύσαιο. μοῦνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἑξεῖς. Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαῖναν, οἵα Ἀχαιιάδων γαῖαν πατεῖ οὐδὲ μί’ ἄλλα. ἦ μέγα κέν τι τέκοιτ’, εἰ ματέρι τίκτοι ὁμοῖον. ἄμμες δ’ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτός χρισαμέναις ἀνδριστὶ παρ’ Εὐρώταο λοετροῖς, τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία, τᾶν οὐδέν τις ἄμωμος, ἐπεί χ’ Ἑλένᾳ παρισωθῇ. ἀὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον, πότνια νὺξ τό τε λευκὸν ἔαρ χειμῶνος ἀνέντος· ὧδε καὶ ἁ χρυσέα Ἑλένα διαφαίνετ’ ἐν ἁμῖν. πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳ ἢ κάπῳ κυπάρισσος ἢ ἅρματι Θεσσαλὸς ἵππος· ὧδε καὶ ἁ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος. οὔτέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα, οὔτ’ ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ κερκίδι συμπλέξασα μακρῶν ἔταμ’ ἐκ κελεόντων. οὐ μὰν οὐδὲ λύραν τις ἐπίσταται ὧδε κροτῆσαι Ἄρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν, ὡς Ἑλένα, τᾶς πάντες ἐπ’ ὄμμασιν ἵμεροι ἐντί. ὦ καλὰ ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη, ἄμμες δ’ ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα ἑρψοῦμες στεφάνως δρεψούμεναι ἁδὺ πνέοντας, πολλὰ τεοῦς Ἑλένα μεμναμέναι ὡς γαλαθηναὶ ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι. πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον, πρᾶται δ’ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ λαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον· γράμματα δ’ ἐν φλοιῷ γεγράψεται,( ὡς παριών τις ἀννείμῃ,) δωριστί· σέβου μ’· Ἑλένας φυτὸν εἰμί. χαίροις ὦ νύμφα, χαίροις εὐπένθερε γαμβρέ. Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὔμμιν εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαι ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον, ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ. εὕδετ’ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντες καὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μἠπιλάθησθε. νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδὸς ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν. ὑμὴν ὦ Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης.