Παραδίδονται τοίνυν συνήθως παρὰ τοῖς ἀρχαιοτέροις σκεπτικοῖς τρόποι, δι’ ὧν ἡ ἐποχὴ συνάγεσθαι δοκεῖ, δέκα τὸν ἀριθμόν, καὶ λόγους καὶ τύπους συνωνύμως καλοῦσιν. εἰσὶ δὲ οὗτοι, πρῶτος ὁ παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν, δεύτερος ὁ παρὰ τὴν τῶν ἀνθρώπων διαφοράν, τρίτος ὁ παρὰ τὰς διαφόρους τῶν αἰσθητηρίων κατασκευάς, τέταρτος ὁ παρὰ τὰς περιστάσεις, πέμπτος ὁ παρὰ τὰς θέσεις καὶ τὰ διαστήματα καὶ τοὺς τόπους, ἕκτος ὁ παρὰ τὰς ἐπιμιξίας,
ἕβδομος ὁ παρὰ τὰς ποσότητας καὶ σκευασίας τῶν ὑποκειμένων, ὄγδοος ὁ ἀπὸ τοῦ πρός τι, ἔννατος ὁ παρὰ τὰς συνεχεῖς ἢ σπανίους ἐγκυρήσεις, δέκατος ὁ παρὰ τὰς ἀγωγὰς καὶ τὰ ἔθη καὶ τοὺς νόμους καὶ τὰς μυθικὰς πίστεις καὶ τὰς δογματικὰς ὑπολήψεις.
χρώμεθα δὲ τῇ τάξει ταύτῃ θετικῶς. τούτων δὲ ἐπαναβεβηκότες εἰσὶ τρόποι τρεῖς, ὁ ἀπὸ τοῦ κρίνοντος, ὁ ἀπὸ τοῦ κρινομένου, ὁ ἐξ ἀμφοῖν· τῷ μὲν γὰρ ἀπὸ τοῦ κρίνοντος ὑποτάσσονται οἱ πρῶτοι τέσσαρες τὸ γὰρ κρῖνον ἢ ζῷόν ἐστιν ἢ ἄνθρωπος ἢ αἴσθησις ἢ ἔν τινι περιστάσει), εἰς δὲ τὸν ἀπὸ τοῦ κρινομένου <ἀνάγονται> ὁ ἕβδομος καὶ ὁ δέκατος, εἰς δὲ τὸν ἐξ ἀμφοῖν σύνθετον ὁ πέμπτος καὶ ὁ ἕκτος καὶ ὁ ὄγδοος καὶ ὁ ἔννατος.
πάλιν δὲ οἱ τρεῖς οὗτοι ἀνάγονται εἰς τὸν πρός τι, ὡς εἶναι γενικώτατον μὲν τὸν πρός τι, εἰδικοὺς δὲ τοὺς τρεῖς, ὑποβεβηκότας δὲ τοὺς δέκα. ταῦτα μὲν περὶ τῆς ποσότητος αὐτῶν κατὰ τὸ πιθανὸν λέγομεν· περὶ δὲ τῆς δυνάμεως τάδε.
Πρῶτον ἐλέγομεν εἶναι λόγον καθ’ ὃν <παρὰ> τὴν διαφορὰν τῶν ζῴων οὐχ αἱ αὐταὶ ἀπὸ τῶν αὐτῶν ὑποπίπτουσι φαντασίαι. τοῦτο δὲ ἐπιλογιζόμεθα ἔκ τε τῆς περὶ τὰς γενέσεις αὐτῶν διαφορᾶς καὶ ἐκ τῆς περὶ τὰς συστάσεις τῶν σωμάτων παραλλαγῆς.
περὶ μὲν οὖν τὰς γενέσεις, ὅτι τῶν ζῴων τὰ μὲν χωρὶς μίξεως γίνεται τὰ δ’ ἐκ συμπλοκῆς. καὶ τῶν μὲν χωρὶς μίξεως γινομένων τὰ μὲν ἐκ πυρὸς γίνεται ὡς τὰ ἐν ταῖς καμίνοις φαινόμενα ζωΰφια, τὰ δ’ ἐξ ὕδατος φθειρομένου ὡς κώνωπες, τὰ δ’ ἐξ οἴνου τρεπομένου ὡς σκνῖπες, τὰ δ’ ἐκ γῆς <ὡς.... >,τὰ δ’ ἐξ ἰλύος ὡς βάτραχοι, τὰ δ’ ἐκ βορβόρου ὡς σκώληκες, τὰ δ’ ἐξ ὄνων ὡς κάνθαροι τὰ δ’ ἐκ λαχάνων ὡς κάμπαι, τὰ δ’ ἐκ καρπῶν ὡς οἱ ἐκ τῶν ἐρινεῶν ψῆνες, τὰ δ’ ἐκ ζῴων σηπομένων ὡς μέλισσαι ταύρων καὶ σφῆκες ἵππων·
τῶν δ’ ἐκ συμπλοκῆς τὰ μὲν ἐξ ὁμοιογενῶν ὡς τὰ πλεῖστα, τὰ δ’ ἐξ ἀνομοιογενῶν ὡς ἡμίονοι. πάλιν κοινῇ τῶν ζῴων τὰ μὲν ζῳοτοκεῖται ὡς ἄνθρωποι, τὰ δ’ ᾠοτοκεῖται ὡς ὄρνιθες, τὰ δὲ σαρκοτοκεῖται ὡς ἄρκτοι.
εἰκὸς οὖν τὰς περὶ τὰς γενέσεις ἀνομοιότητας καὶ διαφορὰς μεγάλας ποιεῖν ἀντιπαθείας, τὸ ἀσύγκρατον καὶ ἀσυνάρμοστον καὶ μαχόμενον ἐκεῖθεν φερομένας.
ἀλλὰ καὶ ἡ διαφορὰ τῶν κυριωτάτων μερῶν τοῦ σώματος, καὶ μάλιστα τῶν πρὸς τὸ ἐπικρίνειν καὶ πρὸς τὸ αἰσθάνεσθαι πεφυκότων, μεγίστην δύναται ποιεῖν μάχην τῶν φαντασιῶν [παρὰ τὴν τῶν ζῴων παραλλαγήν]. οἱ γοῦν ἰκτεριῶντες ὠχρά φασιν εἶναι τὰ ἡμῖν φαινόμενα λευκά, καὶ οἱ ὑπόσφαγμα ἔχοντες αἱμωπά. ἐπεὶ οὖν καὶ τῶν ζῴων τὰ μὲν ὠχροὺς ἔχει τοὺς ὀφθαλμοὺς τὰ δ’ ὑφαίμους τὰ δὲ λευκανθίζοντας τὰ δ’ ἄλλην χροιὰν ἔχοντας, εἰκός, οἶμαι, διάφορον αὐτοῖς τὴν τῶν χρωμάτων ἀντίληψιν γίγνεσθαι.
ἀλλὰ καὶ ἐνατενίσαντες ἐπὶ πολὺν χρόνον τῷ ἡλίῳ, εἶτα ἐγκύψαντες βιβλίῳ τὰ γράμματα χρυσοειδῆ δοκοῦμεν εἶναι καὶ περιφερόμενα. ἐπεὶ οὖν καὶ τῶν ζῴων τινὰ φύσει λαμπηδόνα ἐν τοῖς ὀφθαλμοῖς ἔχει καὶ φῶς λεπτομερές τε καὶ εὐκίνητον ἀπ’ αὐτῶν ἀποστέλλει, ὡς καὶ νυκτὸς ὁρᾶν, δεόντως ἂν νομίζοιμεν ὅτι μὴ ὅμοια ἡμῖν τε κἀκείνοις τὰ ἐκτὸς ὑποπίπτει.
καί γε οἱ γόητες χρίοντες τὰς θρυαλλίδας ἰῷ χαλκοῦ καὶ θολῷ σηπίας ποιοῦσιν ὁτὲ μὲν χαλκοῦς ὁτὲ δὲ μέλανας φαίνεσθαι τοὺς παρόντας διὰ τὴν βραχεῖαν τοῦ μιχθέντος παρασποράν. πολὺ δήπου εὐλογώτερόν ἐστι, χυμῶν διαφόρων ἀνακεκραμένων τῇ ὁράσει τῶν <καὶ;>
φαντασίας αὐτοῖς γίνεσθαι. ὅταν τε παραθλίψωμεν τὸν ὀφθαλμόν, ἐπιμήκη καὶ στενὰ φαίνεται τὰ εἴδη καὶ τὰ σχήματα καὶ τὰ μεγέθη τῶν ὁρατῶν. εἰκὸς οὖν ὅτι ὅσα τῶν ζῴων λοξὴν ἔχει τὴν κόρην καὶ προμήκη, καθάπερ αἶγες αἴλουροι καὶ τὰ ἐοικότα, διάφορα φαντάζεται τὰ ὑποκείμενα εἶναι, καὶ οὐχ οἷα τὰ περιφερῆ τὴν κόρην ἔχοντα ζῷα εἶναι αὐτὰ ὑπολαμβάνει.
τά τε κάτοπτρα παρὰ τὴν διάφορον κατασκευὴν ὁτὲ μὲν μικρότατα δείκνυσι τὰ ἐκτὸς ὑποκείμενα ὡς τὰ κοῖλα, ὁτὲ δ’ ἐπιμήκη καὶ στενά ὡς τὰ κυρτά· τινὰ δὲ τὴν μὲν κεφαλὴν κάτω δείκνυσι τοῦ κατοπτριζομένου, τοὺς δὲ πόδας ἄνω.
ἐπεὶ οὖν καὶ τῶν περὶ τὴν ὄψιν ἀγγείων τὰ μὲν ἐξόφθαλμα κομιδῇ προπέπτωκεν ὑπὸ κυρτότητος, τὰ δὲ κοιλότερά ἐστι, τὰ δ’ ἐν ὑπτίῳ πλάτει βέβηκεν, εἰκὸς καὶ διὰ τοῦτο ἀλλοιοῦσθαι τὰς φαντασίας, καὶ μήτε ἴσα τοῖς μεγέθεσι μήτε ὅμοια ταῖς μορφαῖς ὁρᾶν τὰ αὐτὰ κύνας ἰχθύας λέοντας ἀνθρώπους ἀλλ’ οἵαν ἑκάστου ποιεῖ τύπωσιν ἡ δεχομένη τὸ φαινόμενον ὄψις.
ὁ δὲ αὐτὸς καὶ περὶ τῶν ἄλλων αἰσθήσεων λόγος· πῶς γὰρ ἂν λεχθείη ὁμοίως κινεῖσθαι κατὰ τὴν ἁφὴν τά τε ὀστρακόδερμα καὶ τὰ σαρκοφανῆ καὶ τὰ ἠκανθωμένα καὶ τὰ ἐπτερωμένα ἢ λελεπιδωμένα; πῶς δὲ ὁμοίως ἀντιλαμβάνεσθαι κατὰ τὴν ἀκοὴν τά τε στενώτατον ἔχοντα τὸν πόρον τὸν ἀκουστικὸν καὶ τὰ εὐρυτάτῳ τούτῳ κεχρημένα, ἢ τὰ τετριχωμένα τὰ ὦτα καὶ τὰ ψιλὰ ταῦτα ἔχοντα; ὅπου γε καὶ ἡμεῖς ἄλλως μὲν κινούμεθα κατὰ τὴν ἀκοὴν παραβύσαντες τὰ ὦτα, ἄλλως δὲ ἢν ἁπλῶς αὐτοῖς χρώμεθα.
καὶ ἡ ὄσφρησις δὲ διαφέροι ἂν παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν· εἰ γὰρ καὶ ἡμεῖς ἄλλως μὲν κινούμεθα ἐμψυγέντες καὶ τοῦ φλέγματος πλεονάσαντος ἐν ἡμῖν, ἄλλως δὲ ἢν τὰ περὶ τὴν κεφαλὴν ἡμῶν μέρη πλεονασμὸν αἵματος ὑποδέξηται, ἀποστρεφόμενοι τὰ εὐώδη τοῖς ἄλλοις δοκοῦντα εἶναι καὶ ὥσπερ πλήττεσθαι ὑπ’ αὐτῶν νομίζοντες, ἐπεὶ καὶ τῶν ζῴων τὰ μὲν πλαδαρά τέ ἐστι φύσει καὶ φλεγματώδη, τὰ δὲ πολύαιμα σφόδρα, τὰ δ’ ἐπικρατοῦσαν καὶ πλεονάζουσαν ἔχοντα τὴν ξανθὴν χολὴν ἢ τὴν μέλαιναν, εὔλογον καὶ διὰ τοῦτο διάφορα ἑκάστοις αὐτῶν φαίνεσθαι τὰ ὀσφρητά.
καὶ τὰ γευστὰ ὁμοίως τῶν μὲν τραχεῖαν καὶ ἄνικμον ἐχόντων τὴν γλῶσσαν τῶν δὲ ἔνυγρον σφόδρα, εἴγε καὶ ἡμεῖς ξηροτέραν ἐν πυρετοῖς τὴν γλῶτταν σχόντες γεώδη καὶ κακόχυμα ἢ πικρὰ τὰ προσφερόμενα εἶναι νομίζομεν, τοῦτο δὲ πάσχομεν καὶ παρὰ τὴν διάφορον ἐπικράτειαν τῶν ἐν ἡμῖν χυμῶν εἶναι λεγομένων· ἐπεὶ οὖν καὶ τὰ ζῷα διάφορον τὸ γευστικὸν αἰσθητήριον ἔχει καὶ διαφόροις χυμοῖς πλεονάζον, διαφόρους ἂν καὶ κατὰ τὴν γεῦσιν φαντασίας τῶν ὑποκειμένων λαμβάνοι.
ὥσπερ γὰρ ἡ αὐτὴ τροφὴ ἀναδιδομένη ὅπου μὲν γίνεται φλὲψ ὅπου δὲ ἀρτηρία ὅπου δὲ ὀστέον ὅπου δὲ νεῦρον καὶ τῶν ἄλλων ἕκαστον, παρὰ τὴν διαφορὰν τῶν ὑποδεχομένων αὐτὴν μερῶν διάφορον ἐπιδεικνυμένη δύναμιν, καὶ ὥσπερ τὸ ὕδωρ ‘ἓν καὶ μονοειδὲς ἀναδιδόμενον εἰς τὰ δένδρα ὅπου μὲν γίνεται φλοιὸς ὅπου δὲ κλάδος ὅπου δὲ καρπὸς καὶ ἤδη σῦκον καὶ ῥοιὰ καὶ τῶν ἄλλων ἕκαστον,
καὶ καθάπερ τὸ τοῦ μουσουργοῦ πνεῦμα ‘ἓν καὶ τὸ αὐτὸ ἐμπνεόμενον τῷ αὐλῷ ὅπου μὲν γίνεται ὀξὺ ὅπου δὲ βαρύ, καὶ ἡ αὐτὴ ἐπέρεισις τῆς χειρὸς ἐπὶ τῆς λύρας ὅπου μὲν βαρὺν φθόγγον ποιεῖ ὅπου δὲ ὀξύν οὕτως εἰκὸς καὶ τὰ ἐκτὸς ὑποκείμενα διάφορα θεωρεῖσθαι παρὰ τὴν διάφορον κατασκευὴν τῶν τὰς φαντασίας ὑπομενόντων ζῴων.
ἐναργέστερον δὲ τὸ τοιοῦτον ἔστι μαθεῖν ἀπὸ τῶν αἱρετῶν τε καὶ φευκτῶν τοῖς ζῴοις. μύρον γοῦν ἀνθρώποις μὲν ἥδιστον φαίνεται, κανθάροις δὲ καὶ μελίσσαις δυσανάσχετον· καὶ τὸ ἔλαιον τοὺς μὲν ἀνθρώπους ὠφελεῖ, σφῆκας δὲ καὶ μελίσσας ἀναιρεῖ καταρραινόμενον· καὶ τὸ θαλάττιον ὕδωρ ἀνθρώποις μὲν ἀηδές ἐστι πινόμενον καὶ φαρμακῶδες, ἰχθύσι δὲ ἥδιστον καὶ πότιμον.
σύες τε ἥδιον βορβόρῳ λούονται δυσωδεστάτῳ ἢ ὕδατι διειδεῖ καὶ καθαρῷ. τῶν τε ζῴων τὰ μέν ἐστι ποηφάγα τὰ δὲ θαμνοφάγα τὰ δὲ ὑληνόμα τὰ δὲ σπερμοφάγα τὰ δὲ σαρκοφάγα τὰ γαλακτοφάγα, καὶ τὰ μὲν σεσηπυίᾳ χαίρει τροφῇ τὰ δὲ νεαρᾷ, καὶ τὰ μὲν ὠμῇ τὰ δὲ μαγειρικῶς ἐσκευασμένῃ. καὶ κοινῶς τὰ ἄλλοις ἡδέα ἄλλοις ἐστὶν ἀηδῆ καὶ φευκτὰ καὶ θανάσιμα.
τὸ γοῦν κώνειον πιαίνει τοὺς ὄρτυγας καὶ ὁ ὑοσκύαμος τὰς ὗς, αἳ δὴ χαίρουσι καὶ σαλαμάνδρας ἐσθίουσαι, ὡσπεροῦν ἔλαφοι τὰ ἰοβόλα ζῷα καὶ αἱ χελιδόνες κανθαρίδας. οἵ τε μύρμηκες καὶ οἱ σκνῖπες ἀνθρώποις μὲν ἀηδίας καὶ στρόφους ἐμποιοῦσι καταπινόμενοι· ἡ δὲ ἄρκτος ἢν ἀρρωστίᾳ τινὶ περιπέσῃ, τούτους καταλιχμωμένη ῥώννυται.
ἔχιδνα δὲ θιγόντος αὐτῆς μόνον φηγοῦ κλάδου καροῦται, καὶ νυκτερὶς πλατάνου φύλλου. φεύγει δὲ κριὸν μὲν ἐλέφας, λέων δὲ ἀλεκτρυόνα, καὶ θραγμὸν κυάμων ἐρεικομένων τὰ θαλάττια κήτη, καὶ τίγρις ψόφον τυμπάνου. καὶ ἄλλα δὲ πλείω τούτων ἔνεστι λέγειν· ἀλλ’ ἵνα μὴ μᾶλλον τοῦ δέοντος ἐνδιατρίβειν δοκῶμεν, εἰ τὰ αὐτὰ τοῖς μέν ἐστιν ἀηδῆ τοῖς δὲ ἡδέα, τὸ δὲ ἡδὺ καὶ ἀηδὲς ἐν φαντασίᾳ κεῖται, διάφοροι γίνονται τοῖς ζῴοις ἀπὸ τῶν ὑποκειμένων φαντασίαι.
εἰ δὲ τὰ αὐτὰ πράγματα ἀνόμοια φαίνεται παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν, ὁποῖον μὲν ἡμῖν θεωρεῖται τὸ ὑποκείμενον ἕξομεν λέγειν, ὁποῖον δὲ ἔστι πρὸς τὴν φύσιν ἐφέξομεν. οὐδὲ γὰρ ἐπικρίνειν αὐτοὶ δυνησόμεθα τὰς φαντασίας τάς τε ἡμετέρας καὶ τὰς τῶν ἄλλων ζῴων, μέρος καὶ αὐτοὶ τῆς διαφωνίας ὄντες καὶ διὰ τοῦτο τοῦ ἐπικρινοῦντος δεησόμενοι μᾶλλον ἢ αὐτοὶ κρίνειν δυνάμενοι.
καὶ ἄλλως οὔτε ἀναποδείκτως δυνάμεθα προκρίνειν τὰς ἡμετέρας φαντασίας τῶν παρὰ τοῖς ἀλόγοις ζῴοις γινομένων οὔτε μετ’ ἀποδείξεως. πρὸς γὰρ τῷ μὴ εἶναι ἀπόδειξιν ἴσως, ὡς ὑπομνήσομεν, αὐτὴ ἡ λεγομένη ἀπόδειξις ἤτοι φαινομένη ἡμῖν ἔσται ἢ οὐ φαινομένη. καὶ εἰ μὲν μὴ φαινομένη, οὐδὲ μετὰ πεποιθήσεως αὐτὴν προοισόμεθα· εἰ δὲ φαινομένη ἡμῖν, ἐπειδὴ περὶ τῶν φαινομένων τοῖς ζῴοις ζητεῖται καὶ ἡ ἀπόδειξις ἡμῖν φαίνεται ζῴοις οὖσι, καὶ αὐτὴ ζητηθήσεται εἰ ἔστιν ἀληθὴς καθό ἐστι φαινομένη.
ἄτοπον δὲ τὸ ζητούμενον διὰ τοῦ ζητουμένου κατασκευάζειν ἐπιχειρεῖν, ἐπεὶ ἔσται τὸ αὐτὸ πιστὸν καὶ ἄπιστον, ὅπερ ἀμήχανον, πιστὸν μὲν ᾗ βούλεται ἀποδεικνύειν, ἄπιστον δὲ ᾗ ἀποδείκνυται. οὐχ ἕξομεν ἄρα ἀπόδειξιν δι’ ἧς προκρινοῦμεν τὰς ἑαυτῶν φαντασίας τῶν παρὰ τοῖς ἀλόγοις καλουμένοις ζῴοις γινομένων. εἰ οὖν διάφοροι γίνονται αἱ φαντασίαι παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν, ἃς ἐπικρῖναι ἀμήχανόν ἐστιν, ἐπέχειν ἀνάγκη περὶ τῶν ἐκτὸς ὑποκειμένων.
’Ἐκ περιουσίας δὲ καὶ συγκρίνομεν τὰ ἄλογα καλούμενα ζῷα τοῖς ἀνθρώποις κατὰ φαντασίαν· καὶ γὰρ καταπαίζειν τῶν δογματικῶν τετυφωμένων καὶ περιαυτολογούντων οὐκ ἀποδοκιμάζομεν μετὰ τοὺς πρακτικοὺς τῶν λόγων. οἱ μὲν οὖν ἡμέτεροι τὸ πλῆθος τῶν ἀλόγων ζῴων ἁπλῶς εἰώθασι συγκρίνειν τῷ ἀνθρώπῳ·
ἐπεὶ δὲ εὑρεσιλογοῦντες οἱ δογματικοὶ ἄνισον εἶναί φασι τὴν σύγκρισιν, ἡμεῖς ἐκ πολλοῦ τοῦ περιόντος ἐπὶ πλέον παίζοντες ἐπὶ ἑνὸς ζῴου στήσομεν τὸν λόγον, οἷον ἐπὶ κυνός, εἰ δοκεῖ, τοῦ εὐτελεστάτου δοκοῦντος εἶναι. εὑρήσομεν γὰρ καὶ οὕτω μὴ λειπόμενα ἡμῶν τὰ ζῷα, περὶ ὧν ὁ λόγος, ὡς πρὸς τὴν πίστιν τῶν φαινομένων.
ὅτι τοίνυν αἰσθήσει διαφέρει τοῦτο τὸ ζῷον ἡμῶν, οἱ δογματικοὶ συνομολογοῦσιν· καὶ γὰρ τῇ ὀσφρήσει μᾶλλον ἡμῶν ἀντιλαμβάνεται, τὰ μὴ ὁρώμενα αὐτῷ θηρία διὰ ταύτης ἀνιχνεύων καὶ τοῖς ὀφθαλμοῖς θᾶττον ἡμῶν ταῦτα ὁρῶν καὶ τῇ ἀκοῇ αἰσθανόμενος ὀξέως.
οὐκοῦν ἐπὶ τὸν λόγον ἔλθωμεν. τούτου δὲ ὁ μέν ἐστιν ἐνδιάθετος ὁ δὲ προφορικός. ἴδωμεν οὖν πρότερον περὶ τοῦ ἐνδιαθέτου. οὗτος τοίνυν κατὰ τοὺς μάλιστα ἡμῖν ἀντιδοξοῦντας νῦν δογματικούς, τοὺς ἀπὸ τῆς Στοᾶς, ἐν τούτοις ἔοικε σαλεύειν, τῇ αἱρέσει τῶν οἰκείων καὶ φυγῇ τῶν ἀλλοτρίων, τῇ γνώσει τῶν εἰς τοῦτο συντεινουσῶν τεχνῶν, τῇ ἀντιλήψει τῶν κατὰ τὴν οἰκείαν φύσιν ἀρετῶν <καὶ> τῶν περὶ τὰ πάθη.
ὁ τοίνυν κύων, ἐφ’ οὗ τὸν λόγον ἔδοξε στῆσαι παραδείγματος ἕνεκα αἵρεσιν ποιεῖται τῶν οἰκείων καὶ φυγὴν τῶν βλαβερῶν, τὰ μὲν τρόφιμα διώκων, μάστιγος δὲ ἀναταθείσης ὑποχωρῶν. ἀλλὰ καὶ τέχνην ἔχει ποριστικὴν τῶν οἰκείων, τὴν θηρευτικήν.
ἔστι δὲ οὐδ’ ἀρετῆς ἐκτός· τῆς γέ τοι δικαιοσύνης οὔσης τοῦ κατ’ ἀξίαν ἀποδοτικῆς ἑκάστῳ, ὁ κύων τοὺς μὲν οἰκείους γε καὶ εὖ ποιοῦντας σαίνων καὶ φρουρῶν τοὺς δὲ ἀνοικείους καὶ ἀδικοῦντας ἀμυνόμενος οὐκ ἔξω ἂν εἴη τῆς δικαιοσύνης.
εἰ δὲ ταύτην ἔχει, τῶν ἀρετῶν ἀντακολουθουσῶν καὶ τὰς ἄλλας ἀρετὰς ἔχει, ἃς οὔ φασιν ἔχειν τοὺς πολλοὺς ἀνθρώπους οἱ σοφοί. καὶ ἄλκιμον δὲ ὄντα ὁρῶμεν ἐν ταῖς ἀμύναις καὶ συνετόν, ὡς καὶ Ὅμηρος ἐμαρτύρησεν, ποιήσας τὸν Ὀδυσσέα πᾶσι μὲν τοῖς οἰκείοις ἀνθρώποις ἀγνῶτα ὄντα ὑπὸ μόνου δὲ τοῦ Ἄργου ἐπιγνωσθέντα, μήτε ὑπὸ τῆς ἀλλοιώσεως τῆς κατὰ τὸ σῶμα τἀνδρὸς ἀπατηθέντος τοῦ κυνός, μήτε ἐκστάντος τῆς καταληπτικῆς φαντασίας, ἣν μᾶλλον τῶν ἀνθρώπων ἔχων ἐφάνη.
κατὰ δὲ τὸν Χρύσιππον τὸν μάλιστα συμπολεμοῦντα τοῖς ἀλόγοις ζῴοις καὶ τῆς ἀοιδίμου διαλεκτικῆς μετέχει. φησὶ γοῦν αὐτὸν ὁ προειρημένος ἀνὴρ ἐπιβάλλειν τῷ πέμπτῳ διὰ πλειόνων ἀναποδείκτῳ, ὅταν ἐπὶ τρίοδον ἐλθὼν καὶ τὰς δύο ὁδοὺς ἰχνεύσας δι’ ὧν οὐ διῆλθε τὸ θηρίον, τὴν τρίτην μηδ’ ἰχνεύσας εὐθέως ὁρμήσῃ δι’ αὐτῆς. δυνάμει γὰρ τοῦτο αὐτὸν λογίζεσθαί φησιν ὁ ἀρχαῖος ‘τῇδε ἢ τῇδε ἢ τῇδε διῆλθε τὸ θηρίον· οὔτε δὲ τῇδε οὔτε τῇδε·
τῇδε ἄρα.’ ἀλλὰ καὶ τῶν ἑαυτοῦ παθῶν ἀντιληπτικός τέ ἐστι καὶ παραμυθητικός· σκόλοπος γὰρ αὐτῷ καταπαγέντος ἐπὶ τὴν ἄρσιν τούτου ὁρμᾷ τῇ τοῦ ποδὸς πρὸς τὴν γῆν παρατρίψει καὶ διὰ τῶν ὀδόντων. ἕλκος τε εἰ ἔχει που, ἐπεὶ τὰ μὲν ῥυπαρὰ ἕλκη δυσαλθῆ ἐστιν, τὰ δὲ καθαρὰ ῥᾳδίως θεραπεύεται, πρᾴως ἀποψᾷ τὸν γινόμενον ἰχῶρα.
ἀλλὰ καὶ τὸ ‘Ἱπποκράτειον φυλάσσει μάλα καλῶς· ἐπεὶ γὰρ ποδὸς ἄκος ἀκινησία, εἴ ποτε τραῦμα ἐν ποδὶ σχοίη, μετεωρίζει τοῦτον καὶ ὡς οἷόν τε ἄσκυλτον τηρεῖ. ὀχλούμενός τε ὑπὸ χυμῶν ἀνοικείων πόαν ἐσθίει, μεθ’ ἧς ἀποβλύζων τὸ ἀνοίκειον ὑγιάζεται.
εἰ τοίνυν ἐφάνη τὸ ζῷον, ἐφ’ οὗ τὸν λόγον ἐστήσαμεν παραδείγματος ἕνεκα, καὶ αἱρούμενον τὰ οἰκεῖα καὶ τὰ ὀχληρὰ φεῦγον, τέχνην τε ἔχον ποριστικὴν τῶν οἰκείων, καὶ τῶν ἑαυτοῦ παθῶν ἀντιληπτικὸν καὶ παραμυθητικόν, καὶ οὐκ ἔξω ἀρετῆς, ἐν οἷς κεῖται ἡ τελειότης τοῦ ἐνδιαθέτου λόγου, τέλειος ἂν εἴη κατὰ τοῦτο ὁ κύων· ὅθεν μοι δοκοῦσί τινες τῶν κατὰ φιλοσοφίαν ἑαυτοὺς σεμνῦναι τῇ τοῦ ζῴου τούτου προσηγορίᾳ.
περὶ δὲ τοῦ προφορικοῦ λόγου τέως μὲν οὐκ ἔστιν ἀναγκαῖον ζητεῖν· τοῦτον γὰρ καὶ τῶν δογματικῶν ἔνιοι παρῃτήσαντο ὡς ἀντιπράττοντα τῇ τῆς ἀρετῆς ἀναλήψει, διὸ καὶ παρὰ τὸν τῆς μαθήσεως χρόνον ἤσκησαν σιωπήν· καὶ ἄλλως, εἰ καθ’ ὑπόθεσιν εἴη ἄνθρωπος ἐνεός, οὐδεὶς φήσει αὐτὸν εἶναι ἄλογον. ἵνα δὲ καὶ ταῦτα παραλίπωμεν, μάλιστα μὲν ὁρῶμεν τὰ ζῷα, περὶ ὧν ὁ λόγος, καὶ ἀνθρωπίνας προφερόμενα φωνάς, ὡς κίττας καὶ ἄλλα τινά.
ἵνα δὲ καὶ τοῦτο ἐάσωμεν, εἰ καὶ μὴ συνίεμεν τὰς φωνὰς τῶν ἀλόγων καλουμένων ζῴων, ὅλως οὐκ ἔστιν ἀπεικὸς διαλέγεσθαι μὲν ταῦτα, ἡμᾶς δὲ μὴ συνιέναι· καὶ γὰρ τῆς τῶν βαρβάρων φωνῆς ἀκούοντες οὐ συνίεμεν ἀλλὰ μονοειδῆ ταύτην εἶναι δοκοῦμεν.
καὶ ἀκούομεν δὲ τῶν κυνῶν ἄλλην μὲν φωνὴν προϊεμένων ὅταν ἀμύνωνταί τινας, ἄλλην δὲ ὅταν ὠρύωνται, καὶ ἄλλην ὅταν τύπτωνται, καὶ διάφορον ἐπὰν σαίνωσιν. καὶ ὅλως εἴ τις εἰς τοῦτο ἀτενίσειεν, εὕροι ἂν πολλὴν παραλλαγὴν τῆς φωνῆς παρὰ τούτῳ τε καὶ τοῖς ἄλλοις ζῴοις ἐν ταῖς διαφόροις περιστάσεσιν, ὥστε διὰ ταῦτα εἰκότως λέγοιτ’ ἂν καὶ τοῦ προφορικοῦ μετέχειν λόγου τὰ καλούμενα ἄλογα ζῷα.
εἰ δὲ μήτε ἀκριβείᾳ τῶν αἰσθήσεων λείπεται τῶν ἀνθρώπων ταῦτα μήτε τῷ ἐνδιαθέτῳ λόγῳ, ἐκ περιουσίας δὲ εἰπεῖν μηδὲ τῷ προφορικῷ, οὐκ ἂν ἀπιστότερα ἡμῶν εἴη κατὰ τὰς φαντασίας.
καὶ ἐφ’ ἑκάστου δὲ τῶν ἀλόγων ζῴων ἴσως ἱστάντας τὸν λόγον ταῦτα ἀποδεικνύειν δυνατόν ἐστιν. οἷον γοῦν τίς οὐκ ἂν εἴποι τοὺς ὄρνιθας ἀγχινοίᾳ τε διαφέρειν καὶ τῷ προφορικῷ κεχρῆσθαι λόγῳ; οἵ γε οὐ μόνον τὰ παρόντα ἀλλὰ καὶ τὰ ἐσόμενα ἐπίστανται καὶ ταῦτα τοῖς συνιέναι δυναμένοις προδηλοῦσιν, ἄλλως τε σημαίνοντες καὶ τῇ φωνῇ προαγορεύοντες.
Τὴν δὲ σύγκρισιν ἐποιησάμην, ὡς καὶ ἔμπροσθεν ἐπεσημηνάμην, ἐκ περιόντος, ἱκανῶς, ὡς οἶμαι, δείξας [ἔμπροσθεν] ὅτι μὴ δυνάμεθα προκρίνειν τὰς ἡμετέρας φαντασίας τῶν παρὰ τοῖς ἀλόγοις ζῴοις γινομένων. ἀλλ’ εἰ μή ἐστιν ἀπιστότερα τὰ ἄλογα ζῷα ἡμῶν πρὸς τὴν κρίσιν τῶν φαντασιῶν, καὶ διάφοροι γίνονται φαντασίαι παρὰ τὴν τῶν ζῴων παραλλαγήν, ὁποῖον μὲν ἕκαστον τῶν ὑποκειμένων ἐμοὶ φαίνεται δυνήσομαι λέγειν, ὁποῖον δὲ ἔστι τῇ φύσει διὰ τὰ προειρημένα ἐπέχειν ἀναγκασθήσομαι.
Καὶ ὁ μὲν πρῶτος τῆς ἐποχῆς τρόπος τοιοῦτός ἐστι, δεύτερον δὲ ἐλέγομεν εἶναι τὸν ἀπὸ τῆς διαφορᾶς τῶν ἀνθρώπων· ἵνα γὰρ καθ’ ὑπόθεσιν καὶ συγχωρήσῃ τις πιστοτέρους εἶναι τῶν ἀλόγων ζῴων τοὺς ἀνθρώπους, εὑρήσομεν καὶ ὅσον ἐπὶ τῇ ἡμετέρᾳ διαφορᾷ τὴν ἐποχὴν εἰσαγομένην. δύο τοίνυν εἶναι λεγομένων ἐξ ὧν σύγκειται ὁ ἄνθρωπος, ψυχῆς καὶ σώματος, κατ’ ἄμφω ταῦτα διαφέρομεν ἀλλήλων, οἷον κατὰ σῶμα ταῖς τε μορφαῖς καὶ ταῖς ἰδιοσυγκρισίαις.
διαφέρει μὲν γὰρ κατὰ μορφὴν σῶμα Σκύθου Ἰνδοῦ σώματος, τὴν δὲ παραλλαγὴν ποιεῖ, καθάπερ φασίν, ἡ διάφορος τῶν χυμῶν ἐπικράτεια. παρὰ δὲ τὴν διάφορον τῶν χυμῶν ἐπικράτειαν διάφοροι γίνονται καὶ αἱ φαντασίαι, καθάπερ καὶ ἐν τῷ πρώτῳ λόγῳ παρεστήσαμεν. ταῦτά τοι καὶ ἐν τῇ αἱρέσει καὶ φυγῇ τῶν ἐκτὸς διαφορὰ πολλὴ κατ’ αὐτούς ἐστιν· ἄλλοις γὰρ χαίρουσιν Ἰνδοὶ καὶ ἄλλοις οἱ καθ’ ἡμᾶς, τὸ δὲ διαφόροις χαίρειν τοῦ παρηλλαγμένας ἀπὸ τῶν ὑποκειμένων φαντασίας, λαμβάνειν ἐστὶ μηνυτικόν.
κατὰ δὲ ἰδιοσυγκρισίας διαφέρομεν ὡς ἐνίους κρέα βόεια πετραίων ἰχθυδίων ῥᾷον πέττειν καὶ ὑπὸ Λεσβίου οἰναρίου εἰς χολέραν περιτρέπεσθαι. ἦν δέ, φασίν, γραῦς Ἀττικὴ τριάκοντα ὁλκὰς κωνείου ἀκινδύνως προσφερομένη, Λῦσις δὲ καὶ μηκωνείου τέσσαρας ὁλκὰς ἀλύπως ἐλάμβανεν.
καὶ Δημοφῶν μὲν ὁ Ἀλεξάνδρου τραπεζοποιὸς ἐν ἡλίῳ γινόμενος ἢ ἐν βαλανείῳ ἐρρίγου, ἐν σκιᾷ δὲ ἐθάλπετο, Ἀθηναγόρας δὲ ὁ Ἀργεῖος ὑπὸ σκορπίων καὶ φαλαγγίων ἀλύπως ἐπλήσσετο, οἱ δὲ καλούμενοι Ψυλλαεῖς οὐδ’ ὑπὸ ὄφεων ἢ ἀσπίδων δακνόμενοι βλάπτονται,
οἱ δὲ Τεντυρῖται τῶν Αἰγυπτίων οὐ βλάπτονται πρὸς [ἄνω κάτω] τῶν κροκοδείλων. ἀλλὰ καὶ Αἰθιόπων οἱ ἀντιπέραν τῆς Μερόης παρὰ τὸν ’Ἀστάπουν ποταμὸν οἰκοῦντες σκορπίους καὶ ὄφεις καὶ τὰ παραπλήσια ἀκινδύνως ἐσθίουσιν. καὶ Ῥουφῖνος δὲ ὁ ἐν Χαλκίδι πίνων ἑλλέβορον οὔτε ἤμει οὔτε ὅλως ἐκαθαίρετο, ἀλλ’ ὥς τι τῶν συνήθων προσεφέρετο καὶ ἔπεσσεν.
Χρύσερμος δὲ ὁ Ἡροφίλειος εἴ ποτε πέπερι προσηνέγκατο, καρδιακῶς ἐκινδύνευεν. καὶ Σωτήριχος δὲ ὁ χειρουργὸς εἴ ποτε σιλούρων ᾔσθετο κνίσσης, χολέρᾳ ἡλίσκετο. Ἄνδρων δὲ ὁ Ἀργεῖος οὕτως ἄδιψος ἦν ὡς καὶ διὰ τῆς ἀνύδρου Λιβύης ὁδεύειν αὐτὸν μὴ ἐπιζητοῦντα ποτόν. Τιβέριος δὲ ὁ Καῖσαρ ἐν σκότῳ ἑώρα. Ἀριστοτέλης δὲ ἱστορεῖ Θάσιόν τινα ᾧ ἐδόκει ἀνθρώπου εἴδωλον προηγεῖσθαι αὐτοῦ διὰ παντός.
τοσαύτης οὖν παραλλαγῆς οὔσης ἐν τοῖς ἀνθρώποις κατὰ τὰ σώματα, ἵνα ὀλίγα ἀπὸ πολλῶν τῶν παρὰ τοῖς δογματικοῖς κειμένων ἀρκεσθῶμεν εἰπόντες, εἰκός ἐστι καὶ κατ’ αὐτὴν τὴν ψυχὴν διαφέρειν ἀλλήλων τοὺς ἀνθρώπους· τύπος γάρ τίς ἐστι τὸ σῶμα τῆς ψυχῆς, ὡς καὶ ἡ φυσιογνωμονικὴ σοφία δείκνυσιν. τὸ δὲ μέγιστον δεῖγμα τῆς κατὰ τὴν διάνοιαν τῶν ἀνθρώπων πολλῆς καὶ ἀπείρου διαφορᾶς ἡ διαφωνία τῶν παρὰ τοῖς δογματικοῖς λεγομένων περί τε τῶν ἄλλων καὶ περὶ τοῦ τίνα μὲν αἱρεῖσθαι προσήκει τίνα δὲ ἐκκλίνειν.
δεόντως οὖν καὶ οἱ ποιηταὶ περὶ τούτων ἀπεφήναντο· ὁ μὲν γὰρ Πίνδαρός φησιν ἀελλοπόδων μέν τιν’ εὐφραίνουσιν ἵππων τιμαί <τε> καὶ στέφανοι, τοὺς δ’ ἐν πολυχρύσοις θαλάμοις βιοτά· τέρπεται δὲ καί τις ἐπ’ οἶδμ’ ἅλιον ναῒ· θοᾷ διαμείβων. ὁ δὲ ποιητὴς λέγει ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις. ἀλλὰ καὶ ἡ τραγῳδία μεστὴ τῶν τοιούτων ἐστί· λέγει γοῦν εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θ’ ἅμα, οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις, καὶ πάλιν δεινόν γε ταὐτὸν τοῖς μὲν ἁνδάνειν βροτῶν τοῖς δ’ ἔχθος εἶναι. ἐπεὶ οὖν ἡ αἵρεσις καὶ ἡ φυγὴ ἐν ἡδονῇ
καὶ ἀηδισμῷ ἐστιν, ἡ δὲ ἡδονὴ καὶ ὁ ἀηδισμὸς ἐν αἰσθήσει κεῖται καὶ φαντασίᾳ, ὅταν τὰ αὐτὰ οἱ μὲν αἱρῶνται οἱ δὲ φεύγωσιν, ἀκόλουθον ἡμᾶς ἐπιλογίζεσθαι ὅτι οὐδὲ ὁμοίως ὑπὸ τῶν αὐτῶν κινοῦνται, ἐπεὶ ὁμοίως ἂν τὰ αὐτὰ ᾑροῦντο ἢ ἐξέκλινον. εἰ δὲ τὰ <αὐτὰ> διαφόρως κινεῖ παρὰ τὴν διαφορὰν τῶν ἀνθρώπων, εἰσάγοιτ’ ἂν εἰκότως καὶ κατὰ τοῦτο ἡ ἐποχή, ὅ τι μὲν ἕκαστον φαίνεται τῶν ὑποκειμένων ὡς πρὸς ἑκάστην διαφορὰν ’ἴσως λέγειν ἡμῶν δυναμένων, τί δὲ ἔστι [κατὰ δύναμιν] ὡς πρὸς τὴν φύσιν οὐχ οἵων τε ὄντων ἀποφήνασθαι.
ἤτοι γὰρ πᾶσι τοῖς ἀνθρώποις πιστεύσομεν ἢ τισίν. ἀλλ’ εἰ μὲν πᾶσιν, καὶ ἀδυνάτοις ἐπιχειρήσομεν καὶ τὰ ἀντικείμενα παραδεξόμεθα· εἰ δὲ τισίν, εἰπάτωσαν ἡμῖν τίσι χρὴ συγκατατίθεσθαι· ὁ μὲν γὰρ Πλατωνικὸς λέξει ὅτι Πλάτωνι, ὁ Ἐπικούρειος δὲ Ἐπικούρῳ, καὶ οἱ ἄλλοι ἀναλόγως, καὶ οὕτως ἀνεπικρίτως στασιάζοντες αὖθις ἡμᾶς εἰς τὴν ἐποχὴν περιστήσουσιν.
ὁ δὲ λέγων ὅτι τοῖς πλείστοις δεῖ συγκατατίθεσθαι παιδαριῶδές τι προοίσεται, οὐδενὸς δυναμένου πάντας τοὺς ἀνθρώπους ἐπελθεῖν καὶ διαλογίσασθαι τί τοῖς πλείστοις ἀρέσκει, ἐνδεχομένου τοῦ ἔν τισιν ἔθνεσιν, ἃ ἡμεῖς οὐκ ἴσμεν, τὰ μὲν παρ’ ἡμῖν σπάνια τοῖς πλείοσι προσεῖναι τὰ δὲ ἡμῶν τοῖς πολλοῖς συμβαίνοντα σπάνια ὑπάρχειν, ὡς τοὺς πολλοὺς μὲν ὑπὸ φαλαγγίων δακνομένους μὴ ἀλγεῖν, τινὰς δὲ σπανίως ἀλγεῖν, καὶ ἐπὶ τῶν ἄλλων τῶν ἔμπροσθεν εἰρημένων ἰδιοσυγκρισιῶν τὸ ἀνάλογον. ἀναγκαῖον οὖν καὶ διὰ τὴν τῶν ἀνθρώπων διαφορὰν εἰσάγεσθαι τὴν ἐποχήν.
Ἐπεὶ δὲ φίλαυτοί τινες ὄντες οἱ δογματικοί φασι δεῖν τῶν ἄλλων ἀνθρώπων ἑαυτοὺς προκρίνειν ἐν τῇ κρίσει τῶν πραγμάτων, ἐπιστάμεθα μὲν ὅτι ἄτοπός ἐστιν ἡ ἀξίωσις αὐτῶν μέρος γάρ εἰσι καὶ αὐτοὶ τῆς διαφωνίας· καὶ ἐὰν αὑτοὺς προκρίνοντες οὕτω κρίνωσι τὰ φαινόμενα, πρὶν ἄρξασθαι τῆς κρίσεως τὸ ζητούμενον συναρπάζουσιν, ἑαυτοῖς τὴν κρίσιν ἐπιτρέποντες),
ὅμως δ’ οὖν ἵνα καὶ ἐπὶ ἑνὸς ἀνθρώπου τὸν λόγον ἱστάντες, οἷον τοῦ παρ’ αὐτοῖς ὀνειροπολουμένου σοφοῦ, ἐπὶ τὴν ἐποχὴν καταντῶμεν, τὸν τρίτον τῇ τάξει τρόπον προχειριζόμεθα. τοῦτον δ’ ἐλέγομεν τὸν ἀπὸ τῆς διαφορᾶς τῶν αἰσθήσεων. ὅτι δὲ διαφέρονται αἱ αἰσθήσεις πρὸς ἀλλήλας, πρόδηλον.
αἱ γοῦν γραφαὶ τῇ μὲν ὄψει δοκοῦσιν εἰσοχὰς καὶ ἐξοχὰς ἔχειν, οὐ μὴν καὶ τῇ ἁφῇ. καὶ τὸ μέλι τῇ μὲν γλώττῃ ἡδὺ φαίνεται ἐπί τινων, τοῖς δ’ ὀφθαλμοῖς ἀηδές· ἀδύνατον οὖν ἐστιν εἰπεῖν πότερον ἡδύ ἐστιν εἰλικρινῶς ἢ ἀηδές. καὶ ἐπὶ τοῦ μύρου ὁμοίως· τὴν μὲν γὰρ ὄσφρησιν εὐφραίνει, τὴν δὲ γεῦσιν ἀηδίζει.
τό τε εὐφόρβιον ἐπεὶ τοῖς μὲν ὀφθαλμοῖς λυπηρόν ἐστι τῷ δὲ ἄλλῳ σώματι παντὶ ἄλυπον, οὐχ ἕξομεν εἰπεῖν, πότερον ἄλυπόν ἐστιν εἰλικρινῶς τοῖς σώμασιν ὅσον ἐπὶ τῇ ἑαυτοῦ φύσει ἢ λυπηρόν. τό τε ὄμβριον ὕδωρ ὀφθαλμοῖς μέν ἐστιν ὠφέλιμον, ἀρτηρίαν δὲ καὶ πνεύμονα τραχύνει, καθάπερ καὶ τὸ ἔλαιον, καίτοι τὴν ἐπιφάνειαν παρηγοροῦν. καὶ ἡ θαλαττία νάρκη τοῖς μὲν ἄκροις προστεθεῖσα ναρκᾶν ποιεῖ, τῷ δ’ ἄλλῳ σώματι ἀλύπως παρατίθεται. διόπερ ὁποῖον μὲν ἔστι πρὸς τὴν φύσιν ἕκαστον τούτων οὐχ ἕξομεν λέγειν, ὁποῖον δὲ φαίνεται ἑκάστοτε δυνατὸν εἰπεῖν.
καὶ ἄλλα δὲ πλείω τούτων ἔνεστι λέγειν· ἀλλ’ ἵνα μὴ διατρίβωμεν, διὰ τὴν πρόθεσιν [τοῦ τρόπου] τῆς συγγραφῆς ἐκεῖνο λεκτέον. ἕκαστον τῶν φαινομένων ἡμῖν αἰσθητῶν ποικίλον ὑποπίπτειν δοκεῖ, οἷον τὸ μῆλον λεῖον εὐῶδες γλυκὺ ξανθόν. ἄδηλον οὖν πότερόν ποτε ταύτας μόνας ὄντως ἔχει τὰς ποιότητας, ἢ μονόποιον μέν ἐστιν, παρὰ δὲ τὴν διάφορον κατασκευὴν τῶν αἰσθητηρίων διάφορον φαίνεται, ἢ καὶ πλείονας μὲν τῶν φαινομένων ἔχει ποιότητας, ἡμῖν δ’ οὐχ ὑποπίπτουσί τινες αὐτῶν.
μονόποιον μὲν γὰρ εἶναι τοῦτο ἐνδέχεται λογίζεσθαι ἐκ τῶν ἔμπροσθεν ἡμῖν εἰρημένων τῆς εἰς τὰ σώματα ἀναδιδομένης τροφῆς καὶ τοῦ ὕδατος τοῦ εἰς τὰ δένδρα ἀναδιδομένου καὶ τοῦ πνεύματος τοῦ [ἐν] αὐλοῖς καὶ σύριγξι καὶ τοῖς παραπλησίοις ὀργάνοις <ἐμπνεομένου>· δύναται γὰρ καὶ τὸ μῆλον μονοειδὲς μὲν εἶναι, διάφορον δὲ θεωρεῖσθαι παρὰ τὴν διαφορὰν τῶν αἰσθητηρίων περὶ ἃ γίνεται αὐτοῦ ἡ ἀντίληψις.
πλείονας δὲ τῶν φαινομένων ἡμῖν ποιοτήτων ἔχειν τὸ μῆλον ποιότητας δύνασθαι οὕτως ἐπιλογιζόμεθα. ἐννοήσωμέν τινα ἐκ γενετῆς ἁφὴν μὲν ἔχοντα καὶ ὄσφρησιν καὶ γεῦσιν, μήτε δὲ ἀκούοντα μήτε ὁρῶντα. οὗτος τοίνυν ὑπολήψεται μήτε ὁρατόν τι εἶναι τὴν ἀρχὴν μήτε ἀκουστόν, ἀλλὰ μόνα ἐκεῖνα τὰ τρία γένη τῶν ποιοτήτων ὑπάρχειν ὧν ἀντιλαμβάνεσθαι δύναται.
καὶ ἡμᾶς οὖν ἐνδέχεται τὰς πέντε μόνας αἰσθήσεις ἔχοντας μόνον ἀντιλαμβάνεσθαι, ἐκ τῶν περὶ τὸ μῆλον ποιοτήτων, ὧν ἐσμεν ἀντιληπτικοί· ὑποκεῖσθαι δὲ ἄλλας οἷόν τέ ἐστι ποιότητας, ὑποπιπτούσας ἑτέροις αἰσθητηρίοις, ὧν ἡμεῖς οὐ μετεσχήκαμεν, διὸ οὐδὲ ἀντιλαμβανόμεθα τῶν κατ’ αὐτὰς αἰσθητῶν.
ἀλλ’ ἡ φύσις συνεμετρήσατο, φήσει τις, τὰς αἰσθήσεις πρὸς τὰ αἰσθητά. ποία φύσις, διαφωνίας τοσαύτης ἀνεπικρίτου παρὰ τοῖς δογματικοῖς οὔσης περὶ τῆς ὑπάρξεως τῆς κατ’ αὐτήν; ὁ γὰρ ἐπικρίνων αὐτὸ τοῦτο εἰ ἔστι φύσις, εἰ μὲν ἰδιώτης εἴη, ἄπιστος ἔσται κατ’ αὐτούς, φιλόσοφος δὲ ὢν μέρος ἔσται τῆς διαφωνίας καὶ κρινόμενος αὐτὸς ἀλλ’ οὐ κριτής.
πλὴν ἀλλ’ <εἰ> ἐνεχώρει καὶ ταύτας μόνας ὑποκεῖσθαι παρὰ τῷ μήλῳ τὰς ποιότητας ὧν ἀντιλαμβάνεσθαι δοκοῦμεν, καὶ πλείους τούτων, ἢ πάλιν μηδὲ τὰς ἡμῖν ὑποπιπτούσας, ἄδηλον ἡμῖν ἔσται ὁποῖόν ἐστι τὸ μῆλον. ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν λόγος. τῶν αἰσθήσεων μέντοι μὴ καταλαμβανουσῶν τὰ ἐκτός, οὐδὲ ἡ διάνοια ταῦτα δύναται καταλαμβάνειν, <σφαλλουσῶν αὐτὴν τῶν ὁδηγῶν> ὥστε καὶ διὰ τοῦτον τὸν λόγον ἡ περὶ τῶν ἐκτὸς ὑποκειμένων ἐποχὴ συνάγεσθαι δόξει.
Ἵνα δὲ καὶ ἐπὶ μιᾶς ἑκάστης αἰσθήσεως ἱστάντες τὸν λόγον, ἢ καὶ ἀφιστάμενοι τῶν αἰσθήσεων, ἔχωμεν καταλήγειν εἰς τὴν ἐποχήν, παραλαμβάνομεν καὶ τὸν τέταρτον τρόπον αὐτῆς. ἔστι δ’ οὗτος ὁ παρὰ τὰς περιστάσεις καλούμενος, περιστάσεις λεγόντων ἡμῶν τὰς διαθέσεις. θεωρεῖσθαι δ’ αὐτόν φαμεν ἐν τῷ κατὰ φύσιν ἢ παρὰ φύσιν <ἔχειν> ἐν τῷ ἐγρηγορέναι ἢ καθεύδειν, παρὰ τὰς ἡλικίας, παρὰ τὸ κινεῖσθαι ἢ ἠρεμεῖν, παρὰ τὸ μισεῖν ἢ φιλεῖν, παρὰ τὸ ἐνδεεῖς εἶναι ἢ κεκορεσμένους, παρὰ τὸ μεθύειν ἢ νήφειν, παρὰ τὰς προδιαθέσεις, παρὰ τὸ θαρρεῖν ἢ δεδιέναι, [ἢ] παρὰ τὸ λυπεῖσθαι ἢ χαίρειν.
οἷον παρὰ μὲν τὸ κατὰ φύσιν ἢ παρὰ φύσιν ἔχειν ἀνόμοια ὑποπίπτει τὰ πράγματα, ἐπεὶ οἱ μὲν φρενιτίζοντες καὶ οἱ θεοφορούμενοι δαιμόνων ἀκούειν δοκοῦσιν, ἡμεῖς δὲ οὔ. ὁμοίως δὲ ἀποφορᾶς στύρακος ἢ λιβανωτοῦ ἤ τινος τοιούτου καὶ ἄλλων πλειόνων ἀντιλαμβάνεσθαι πολλάκις λέγουσιν, ἡμῶν μὴ αἰσθανομένων. καὶ τὸ αὐτὸ ὕδωρ φλεγμαίνουσι μὲν τόποις ἐπιχυθὲν ζεστὸν εἶναι δοκεῖ, ἡμῖν δὲ χλιαρόν. καὶ τὸ αὐτὸ ἱμάτιον τοῖς μὲν ὑπόσφαγμα ἔχουσι φαίνεται κιρρόν, ἐμοὶ δὲ οὔ. καὶ τὸ αὐτὸ μέλι ἐμοὶ μὲν φαίνεται γλυκύ, τοῖς δὲ ἰκτερικοῖς πικρόν.
εἰ δέ τις λέγει ὅτι χυμῶν τινων παραπλοκὴ ἀνοικείους φαντασίας ἐκ τῶν ὑποκειμένων ποιεῖ τοῖς παρὰ φύσιν ἔχουσιν, λεκτέον ὅτι ἐπεὶ καὶ οἱ ὑγιαίνοντες χυμοὺς ἔχουσιν ἀνακεκραμένους, δύνανται οὗτοι τὰ ἐκτὸς ὑποκείμενα, τοιαῦτα ὄντα τῇ φύσει ὁποῖα φαίνεται τοῖς παρὰ φύσιν ἔχειν λεγομένοις, ἑτεροῖα φαίνεσθαι ποιεῖν τοῖς ὑγιαίνουσιν.
τὸ γὰρ ἐκείνοις μὲν τοῖς χυμοῖς μεταβλητικὴν τῶν ὑποκειμένων διδόναι δύναμιν, τούτοις δὲ μή, πλασματικόν ἐστιν, ἐπεὶ καὶ ὥσπερ οἱ ὑγιαίνοντες κατὰ φύσιν μὲν τὴν τῶν ὑγιαινόντων ἔχουσι, παρὰ φύσιν δὲ τὴν τῶν νοσούντων, οὕτω καὶ οἱ νοσοῦντες παρὰ φύσιν μὲν ἔχουσι τὴν τῶν ὑγιαινόντων, κατὰ φύσιν δὲ τὴν τῶν νοσούντων, ὥστε κἀκείνοις πρός τι κατὰ φύσιν ἔχουσι πιστευτέον.
παρὰ δὲ τὸ ὑπνοῦν ἢ ἐγρηγορέναι διάφοροι γίνονται φαντασίαι, ἐπεὶ ὡς καθ’ ὕπνους φανταζόμεθα, οὐ φανταζόμεθα ἐγρηγορότες, οὐδὲ ὡς φανταζόμεθα ἐγρηγορότες, καὶ κατὰ τοὺς ὕπνους φανταζόμεθα, ὥστε εἶναι αὐταῖς ἢ μὴ εἶναι γίνεται οὐχ ἁπλῶς ἀλλὰ πρός τι· πρὸς γὰρ τὸ καθ’ ὕπνους ἢ πρὸς ἐγρήγορσιν. εἰκότως οὖν καθ’ ὕπνους ὁρῶμεν ταῦτα ἅ ἐστιν ἀνύπαρκτα ἐν τῷ ἐγρηγορέναι, οὐ[κ ἐν τῷ] καθάπαξ ἀνύπαρκτα ὄντα· ἔστι γὰρ καθ’ ὕπνους, ὥσπερ τὰ ὕπαρ ἔστιν κἂν μὴ ᾖ καθ’ ὕπνους.
παρὰ δὲ τὰς ἡλικίας, ὅτι ὁ αὐτὸς ἀὴρ τοῖς μὲν γέρουσι ψυχρὸς εἶναι δοκεῖ τοῖς δὲ ἀκμάζουσιν εὔκρατος, καὶ τὸ αὐτὸ χρῶμα τοῖς μὲν πρεσβυτέροις ἀμαυρὸν φαίνεται τοῖς δὲ ἀκμάζουσι κατακορές, καὶ φωνὴ ὁμοίως ἡ αὐτὴ τοῖς μὲν ἀμαυρὰ δοκεῖ τυγχάνειν τοῖς δ’ ἐξάκουστος.
καὶ παρὰ τὰς αἱρέσεις δὲ καὶ φυγὰς ἀνομοίως κινοῦνται οἱ ταῖς ἡλικίαις διαφέροντες· παισὶ μὲν γάρ, εἰ τύχοι, σφαῖραι καὶ τροχοὶ διὰ σπουδῆς εἰσιν, οἱ ἀκμάζοντες δὲ ἄλλα αἱροῦνται, καὶ ἄλλα οἱ γέροντες. ἐξ ὧν συνάγεται ὅτι διάφοροι γίνονται φαντασίαι ὑπὸ τῶν αὐτῶν ὑποκειμένων καὶ παρὰ τὰς διαφόρους ἡλικίας.
παρὰ δὲ τὸ κινεῖσθαι ἢ ἠρεμεῖν ἀνόμοια φαίνεται τὰ πράγματα, ἐπεὶ ἅπερ ἑστῶτες ὁρῶμεν ἀτρεμοῦντα, ταῦτα παραπλέοντες κινεῖσθαι δοκοῦμεν.
παρὰ δὲ τὸ φιλεῖν ἢ μισεῖν, ὅτι κρέα ὕεια τινὲς μὲν ἀποστρέφονται καθ’ ὑπερβολήν, τινὲς δὲ ἥδιστα προσφέρονται. ὅθεν καὶ ὁ Μένανδρος ἔφη οἷος δὲ καὶ τὴν ὄψιν εἶναι φαίνεται; ἀφ’ οὗ τοιοῦτος γέγονεν; οἷον θηρίον. τὸ μηδὲν ἀδικεῖν καὶ καλοὺς ἡμᾶς ποιεῖ. πολλοὶ <δὲ> καὶ ἐρωμένας αἰσχρὰς ἔχοντες ὡραιοτάτας αὐτὰς εἶναι δοκοῦσιν.
παρὰ δὲ τὸ πεινῆν ἢ κεκορέσθαι, ὅτι τὸ αὐτὸ ἔδεσμα τοῖς μὲν πεινῶσιν ἥδιστον εἶναι δοκεῖ, τοῖς δὲ κεκορεσμένοις ἀηδές. παρὰ δὲ τὸ μεθύειν ἢ νήφειν, ὅτι ἅπερ νήφοντες αἰσχρὰ εἶναι δοκοῦμεν, ταῦτα ἡμῖν μεθύουσιν οὐκ αἰσχρὰ φαίνεται.
παρὰ δὲ τὰς προδιαθέσεις, ὅτι ὁ αὐτὸς οἶνος τοῖς μὲν φοίνικας ἢ ἰσχάδας προφαγοῦσιν ὀξώδης φαίνεται, τοῖς δὲ κάρυα ἢ ἐρεβίνθους προσενεγκαμένοις ἡδὺς εἶναι δοκεῖ, καὶ ἡ τοῦ βαλανείου παραστὰς τοὺς μὲν ἔξωθεν εἰσιόντας θερμαίνει, ψύχει δὲ τοὺς ἐξιόντας, εἰ ἐν αὐτῇ διατρίβοιεν.
παρὰ δὲ τὸ φοβεῖσθαι ἢ θαρρεῖν, ὅτι τὸ αὐτὸ πρᾶγμα τῷ μὲν δειλῷ φοβερὸν καὶ δεινὸν εἶναι δοκεῖ, τῷ θαρραλεωτέρῳ δὲ οὐδαμῶς. παρὰ δὲ τὸ λυπεῖσθαι ἢ χαίρειν, ὅτι τὰ αὐτὰ πράγματα τοῖς μὲν λυπουμένοις ἐστὶν ἐπαχθῆ τοῖς δὲ ἡδέα.
Τοσαύτης οὖν οὔσης ἀνωμαλίας καὶ παρὰ τὰς διαθέσεις, καὶ ἄλλοτε ἄλλως ἐν ταῖς διαθέσεσι τῶν ἀνθρώπων γινομένων, ὁποῖον μὲν ἕκαστον τῶν ὑποκειμένων ἑκάστῳ φαίνεται ῥᾴδιον ἴσως εἰπεῖν, ὁποῖον δὲ ἔστιν οὐκέτι, ἐπεὶ καὶ ἀνεπίκριτός ἐστιν ἡ ἀνωμαλία. ὁ γὰρ ἐπικρίνων ταύτην ἤτοι ἔν τισι τῶν προειρημένων διαθέσεών ἐστιν ἢ ἐν οὐδεμιᾷ τὸ παράπαν ἐστὶ διαθέσει. τὸ μὲν οὖν λέγειν ὅτι ἐν οὐδεμιᾷ διαθέσει τὸ σύνολόν ἐστιν, οἷον οὔτε ὑγιαίνει οὔτε νοσεῖ, οὔτε κινεῖται οὔτε ἠρεμεῖ, οὔτε ἔν τινι ἡλικίᾳ ἐστίν, ἀπήλλακται δὲ καὶ τῶν ἄλλων διαθέσεων, τελέως ἀπεμφαίνει. εἰ δὲ ἔν τινι διαθέσει ὢν κρινεῖ τὰς φαντασίας, μέρος ἔσται τῆς διαφωνίας,
καὶ ἄλλως οὐκ εἰλικρινὴς τῶν ἐκτὸς ὑποκειμένων ἔσται κριτὴς διὰ τὸ τεθολῶσθαι ταῖς διαθέσεσιν ἐν αἷς ἔστιν· οὔτε οὖν ὁ ἐγρηγορὼς δύναται συγκρίνειν τὰς τῶν καθευδόντων φαντασίας ταῖς τῶν ἐγρηγορότων, οὔτε ὁ ὑγιαίνων τὰς τῶν νοσούντων ταῖς τῶν ὑγιαινόντων· τοῖς γὰρ παροῦσι καὶ κινοῦσιν ἡμᾶς κατὰ τὸ παρὸν συγκατατιθέμεθα μᾶλλον ἢ τοῖς μὴ παροῦσιν.
καὶ ἄλλως δὲ ἀνεπίκριτός ἐστιν ἡ τῶν τοιούτων φαντασιῶν ἀνωμαλία. ὁ γὰρ προκρίνων φαντασίαν φαντασίας καὶ περίστασιν περιστάσεως ἤτοι ἀκρίτως καὶ ἄνευ ἀποδείξεως τοῦτο ποιεῖ ἢ κρίνων καὶ ἀποδεικνύς. ἀλλ’ οὔτε ἄνευ τούτων (ἄπιστος γὰρ ἔσται), οὔτε σὺν τούτοις. εἰ γὰρ κρινεῖ τὰς φαντασίας, πάντως κριτηρίῳ κρινεῖ.
τοῦτο οὖν τὸ κριτήριον ἤτοι ἀληθὲς εἶναι λέξει ἢ ψευδές. ἀλλ’ εἰ μὲν ψευδές, ἄπιστος ἔσται. εἰ δὲ ἀληθὲς εἶναι τοῦτο φήσει, ἤτοι ἄνευ ἀποδείξεως λέξει ὅτι ἀληθές ἐστι τὸ κριτήριον, ἢ μετὰ ἀποδείξεως. καὶ εἰ μὲν ἄνευ ἀποδείξεως, ἄπιστος ἔσται· εἰ δὲ μετὰ ἀποδείξεως, πάντως δεήσει καὶ τὴν ἀπόδειξιν ἀληθῆ εἶναι, ἐπεὶ ἄπιστος ἔσται. ἀληθῆ οὖν λέξει τὴν ἀπόδειξιν τὴν εἰς πίστωσιν τοῦ κριτηρίου λαμβανομένην πότερον κεκρικὼς αὐτὴν ἢ μὴ κεκρικώς;
εἰ μὲν γὰρ μὴ κρίνας, ἄπιστος ἔσται, εἰ δὲ κρίνας, δῆλον ὅτι κριτηρίῳ φήσει κεκρικέναι, οὗ κριτηρίου ζητήσομεν ἀπόδειξιν, κἀκείνης κριτήριον. χρῄζει γὰρ ἀεὶ καὶ ἡ ἀπόδειξις κριτηρίου, ἵνα βεβαιωθῇ, καὶ τὸ κριτήριον ἀποδείξεως, ἵνα ἀληθὲς εἶναι δειχθῇ· καὶ οὔτε ἀπόδειξις ὑγιὴς εἶναι δύναται μὴ προϋπάρχοντος κριτηρίου ἀληθοῦς, οὔτε κριτήριον ἀληθὲς μὴ προπεπιστωμένης τῆς ἀποδείξεως.
καὶ οὕτως ἐμπίπτουσιν εἰς τὸν διάλληλον τρόπον τό τε κριτήριον καὶ ἡ ἀπόδειξις, ἐν ᾧ ἀμφότερα εὑρίσκεται ἄπιστα· ἑκάτερον γὰρ τὴν θατέρου πίστιν περιμένον ὁμοίως τῷ λοιπῷ ἐστιν ἄπιστον. εἰ οὖν μήτε ἄνευ ἀποδείξεως <καὶ< κριτηρίου μήτε σὺν τούτοις δύναταί τις προκρῖναι φαντασίαν φαντασίας, ἀνεπίκριτοι ἔσονται αἱ παρὰ τὰς διαφόρους διαθέσεις διάφοροι γινόμεναι φαντασίαι, ὥστε εἰσάγεται ἡ περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων ἐποχὴ καὶ ὅσον ἐπὶ τούτῳ τῷ τρόπῳ.
Πέμπτος ἐστὶ λόγος ὁ παρὰ τὰς θέσεις καὶ τὰ διαστήματα καὶ τοὺς τόπους· καὶ γὰρ παρὰ τούτων ἕκαστον τὰ αὐτὰ πράγματα διάφορα φαίνεται, οἷον ἡ αὐτὴ στοὰ ἀπὸ μὲν τῆς ἑτέρας ἀρχῆς ὁρωμένη μείουρος φαίνεται, ἀπὸ δὲ τοῦ μέσου σύμμετρος πάντοθεν, καὶ τὸ αὐτὸ πλοῖον πόρρωθεν μὲν μικρὸν φαίνεται καὶ ἑστὼς, ἐγγύθεν δὲ μέγα καὶ κινούμενον, καὶ ὁ αὐτὸς πύργος πόρρωθεν μὲν φαίνεται στρογγύλος ἐγγύθεν δὲ τετράγωνος.
ταῦτα μὲν παρὰ τὰ διαστήματα, παρὰ δὲ τοὺς τόπους ὅτι τὸ λυχνιαῖον φῶς ἐν ἡλίῳ μὲν ἀμαυρὸν φαίνεται ἐν σκότῳ δὲ λαμπρόν, καὶ ἡ αὐτὴ κώπη ἔναλος μὲν κεκλασμένη ἔξαλος δὲ εὐθεῖα, καὶ τὸ ᾠὸν ἐν μὲν τῇ ὄρνιθι ἁπαλὸν ἐν ἀέρι δὲ σκληρόν, καὶ τὸ λυγγούριον ἐν μὲν λυγγὶ ὑγρὸν ἐν ἀέρι δὲ σκληρόν, καὶ τὸ κοράλιον ἐν θαλάττῃ μὲν ἁπαλὸν ἐν ἀέρι δὲ σκληρόν, καὶ φωνὴ ἀλλοία μὲν φαίνεται ἐν σύριγγι γινομένη, ἀλλοία δὲ ἐν αὐλῷ, ἀλλοία δὲ ἐν ἀέρι ἁπλῶς.
παρὰ δὲ τὰς θέσεις ὅτι ἡ αὐτὴ εἰκὼν ἐξυπτιαζομένη μὲν λεία φαίνεται, ποσῶς δὲ ἐπινευομένη εἰσοχὰς καὶ ἐξοχὰς ἔχειν δοκεῖ. καὶ οἱ τράχηλοι δὲ τῶν περιστερῶν παρὰ τὰς διαφόρους ἐπικλίσεις διάφοροι φαίνονται κατὰ χρῶμα.
ἐπεὶ οὖν πάντα τὰ φαινόμενα ἔν τινι θεωρεῖται καὶ ἀπό τινος διαστήματος καὶ κατά τινα θέσιν, ὧν ἕκαστον πολλὴν ποιεῖ παραλλαγὴν περὶ τὰς φαντασίας, ὡς ὑπεμνήσαμεν, ἀναγκασθησόμεθα καὶ διὰ τούτου τοῦ τρόπου καταντᾶν εἰς ἐποχήν. καὶ γὰρ ὁ βουλόμενος τούτων τῶν φαντασιῶν προκρίνειν τινὰς ἀδυνάτοις ἐπιχειρήσει.
εἰ μὲν γὰρ ἁπλῶς καὶ ἄνευ ἀποδείξεως ποιήσεται τὴν ἀπόφασιν, ἄπιστος ἔσται· εἰ δὲ ἀποδείξει βουλήσεται χρήσασθαι, εἰ μὲν ψευδῆ λέξει τὴν ἀπόδειξιν εἶναι, ἑαυτὸν περιτρέψει, ἀληθῆ δὲ λέγων εἶναι τὴν ἀπόδειξιν αἰτηθήσεται ἀπόδειξιν τοῦ ἀληθῆ αὐτὴν εἶναι, κἀκείνης ἄλλην, ἐπεὶ καὶ αὐτὴν ἀληθῆ εἶναι δεῖ, καὶ μέχρις ἀπείρου. ἀδύνατον δέ ἐστιν ἀπείρους ἀποδείξεις παραστῆσαι·
οὐκοῦν οὐδὲ μετὰ ἀποδείξεως δυνήσεται προκρίνειν φαντασίαν φαντασίας. εἰ δὲ μήτε ἄνευ ἀποδείξεως μήτε μετὰ ἀποδείξεως δυνατὸς ἔσται τις ἐπικρίνειν τὰς προειρημένας φαντασίας, συνάγεται ἡ ἐποχή, ὁποῖον μὲν φαίνεται ἕκαστον κατὰ τήνδε τὴν θέσιν ἢ κατὰ τόδε τὸ διάστημα ἢ ἐν τῷδε εἰπεῖν ἴσως δυναμένων ἡμῶν, ὁποῖον δέ ἐστιν ὡς πρὸς τὴν φύσιν ἀδυνατούντων ἀποφαίνεσθαι διὰ τὰ προειρημένα.
Ἕκτος ἐστὶ τρόπος ὁ παρὰ τὰς ἐπιμιγάς, καθ’ ὃν συνάγομεν ὅτι, ἐπεὶ μηδὲν τῶν ὑποκειμένων καθ’ ἑαυτὸ ἡμῖν ὑποπίπτει ἀλλὰ σύν τινι, ὁποῖον μέν ἐστι τὸ μῖγμα ἔκ τε τοῦ ἐκτὸς καὶ τοῦ ᾧ συνθεωρεῖται τάχα δυνατὸν εἰπεῖν, ὁποῖον δέ ἐστι τὸ ἐκτὸς ὑποκείμενον εἰλικρινῶς οὐκ ἂν ἔχοιμεν λέγειν. ὅτι δὲ οὐδὲν τῶν ἐκτὸς καθ’ αὑτὸ ὑποπίπτει ἀλλὰ πάντως σύν τινι, καὶ ὅτι παρὰ τοῦτο ἀλλοῖον θεωρεῖται, πρόδηλον, οἶμαι.
τὸ γοῦν ἡμέτερον χρῶμα ἀλλοῖον μὲν ὁρᾶται ἐν ἀλεεινῷ ἀέρι, ἀλλοῖον δὲ ἐν [τῷ] ψυχρῷ, καὶ οὐκ ἂν ἔχοιμεν εἰπεῖν ὁποῖον ἔστι τῇ φύσει τὸ χρῶμα ἡμῶν, ἀλλ’ ὁποῖον σὺν ἑκάστῳ τούτων θεωρεῖται. καὶ ἡ αὐτὴ φωνὴ ἀλλοία μὲν φαίνεται σὺν λεπτῷ ἀέρι, ἀλλοία δὲ σὺν παχυμερεῖ, καὶ τὰ ἀρώματα ἐν βαλανείῳ καὶ ἡλίῳ πληκτικώτερα μᾶλλόν ἐστιν ἢ ἐν ἀέρι καταψύχρῳ, καὶ τὸ σῶμα ὑπὸ ὕδατος μὲν περιεχόμενον κοῦφόν ἐστιν, ὑπὸ δὲ ἀέρος βαρύ.
ἵνα δὲ καὶ τῆς ἔξωθεν ἐπιμιξίας ἀποστῶμεν, οἱ ὀφθαλμοὶ ἡμῶν ἔχουσιν ἐν ἑαυτοῖς καὶ χιτῶνας καὶ ὑγρά. τὰ οὖν ὁρατὰ ἐπεὶ μὴ ἄνευ τούτων θεωρεῖται, οὐ καταληφθήσεται πρὸς ἀκρίβειαν· τοῦ γὰρ μίγματος ἀντιλαμβανόμεθα, καὶ διὰ τοῦτο οἱ μὲν ἰκτερικοὶ πάντα ὠχρὰ ὁρῶσιν, οἱ δ’ ὑπόσφαγμα ἔχοντες ὕφαιμα. καὶ ἐπεὶ ἡ φωνὴ ἡ αὐτὴ ἀλλοία μὲν φαίνεται ἐν ἀναπεπταμένοις τόποις, ἀλλοία δὲ ἐν στενοῖς καὶ ἑλικοειδέσι, καὶ ἀλλοία μὲν ἐν καθαρῷ ἀέρι, ἀλλοία δὲ ἐν τεθολωμένῳ, εἰκός ἐστι μὴ ἀντιλαμβάνεσθαι ἡμᾶς εἰλικρινῶς τῆς φωνῆς· τὰ γὰρ ὦτα σκολιόπορά ἐστι καὶ στενόπορα καὶ ἀτμώδεσιν ἀποφορήσεσιν, αἳ δὴ ἀπὸ τῶν περὶ τὴν κεφαλὴν φέρεσθαι λέγονται τόπων, τεθολωμένα.
ἀλλὰ καὶ ἐν τοῖς μυξωτῆρσι καὶ ἐν τοῖς τῆς γεύσεως τόποις ὑλῶν ὑποκειμένων, μετ’ ἐκείνων ἀντιλαμβανόμεθα τῶν γευστῶν καὶ τῶν ὀσφρητῶν, ἀλλ’ οὐκ εἰλικρινῶς. ὣστε διὰ τὰς ἐπιμιξίας αἱ αἰσθήσεις οὐκ ἀντιλαμβάνονται ὁποῖα πρὸς ἀκρίβειαν τὰ ἐκτὸς ὑποκείμενά ἐστιν.
ἀλλ’ οὐδὲ ἡ διάνοια, μάλιστα μὲν ἐπεὶ αἱ ὁδηγοὶ αὐτῆς αἰσθήσεις σφάλλονται· ἴσως δὲ καὶ αὕτη ἐπιμιξίαν τινὰ ἰδίαν ποιεῖται πρὸς τὰ ὑπὸ τῶν αἰσθήσεων ἀναγγελλόμενα· περὶ γὰρ ἕκαστον τῶν τόπων ἐν οἷς τὸ ἡγεμονικὸν εἶναι δοκοῦσιν οἱ δογματικοί, χυμούς τινας ὑποκειμένους θεωροῦμεν, εἴτε περὶ ἐγκέφαλον εἴτε περὶ καρδίαν εἴτε περὶ ὁτιδήποτε οὖν μέρος τοῦ ζῴου τοῦτο τίθεσθαι βούλοιτό τις. καὶ κατὰ τοῦτον οὖν τὸν τρόπον ὁρῶμεν, ὅτι περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων οὐδὲν εἰπεῖν ἔχοντες ἐπέχειν ἀναγκαζόμεθα.
Ἕβδομον τρόπον ἐλέγομεν εἶναι τὸν παρὰ τὰς ποσότητας καὶ σκευασίας τῶν ὑποκειμένων, σκευασίας λέγοντες κοινῶς τὰς συνθέσεις. ὅτι δὲ καὶ κατὰ τοῦτον τὸν τρόπον ἐπέχειν ἀναγκαζόμεθα περὶ τῆς φύσεως τῶν πραγμάτων, δῆλον. οἷον γοῦν τὰ ξέσματα τοῦ κέρατος τῆς αἰγὸς φαίνεται μὲν λευκὰ ἁπλῶς καὶ ἄνευ συνθέσεως θεωρούμενα, συντιθέμενα δὲ ἐν τῇ τοῦ κέρατος ὑπάρξει μέλανα θεωρεῖται. καὶ τοῦ ἀργύρου τὰ [μέρη] τὰ ῥινήματα κατ’ ἰδίαν μὲν ὄντα μέλανα φαίνεται, σὺν δὲ τῷ ὅλῳ ὡς λευκὰ ὑποπίπτει.
καὶ τῆς Ταιναρείας λίθου τὰ μὲν μέρη λευκὰ ὁρᾶται ὅταν λεανθῇ, σὺν δὲ τῇ ὁλοσχερεῖ ξανθὰ φαίνεται. καὶ αἱ ἀπ’ ἀλλήλων ἐσκεδασμέναι ψάμμοι τραχεῖαι φαίνονται, ὡς σωρὸς δὲ συντεθεῖσαι ἁπαλῶς κινοῦσι τὴν αἴσθησιν. καὶ ὁ ἐλλέβορος λεπτὸς μὲν καὶ χνοώδης προσφερόμενος πνιγμὸν ἐπιφέρει, κριμνώδης δὲ ὢν οὐκέτι.
καὶ ὁ οἶνος σύμμετρος μὲν πινόμενος ῥώννυσιν ἡμᾶς, πλείων δὲ λαμβανόμενος παραλύει τὸ σῶμα. καὶ ἡ τροφὴ παραπλησίως παρὰ τὴν ποσότητα διάφορον ἐπιδείκνυται δύναμιν· πολλάκις γοῦν διὰ τὸ πολλὴ προσενεχθῆναι καθαίρει τὸ σῶμα διά τε ἀπεψιῶν καὶ χολερικῶν παθῶν.
ἕξομεν οὖν κἀνταῦθα λέγειν ὁποῖόν ἐστι τοῦ κέρατος τὸ λεπτὸν καὶ ὁποῖον τὸ ἐκ πολλῶν λεπτομερῶν συγκείμενον, καὶ ὁποῖος μέν ἐστιν ὁ μικρομερὴς ἄργυρος ὁποῖος δὲ ὁ ἐκ πολλῶν μικρομερῶν συγκείμενος, καὶ ὁποία μὲν ἡ ἀκαριαία Ταιναρεία λίθος ὁποία δὲ ἡ ἐκ πολλῶν μικρῶν συγκειμένη, καὶ ἐπὶ τῶν ψάμμων καὶ τοῦ ἑλλεβόρου καὶ τοῦ οἴνου καὶ τῆς τροφῆς τὸ πρός τι, τὴν μέντοι φύσιν τῶν πραγμάτων καθ’ ἑαυτὴν οὐκέτι διὰ τὴν παρὰ τὰς συνθέσεις τῶν φαντασιῶν ἀνωμαλίαν.
καθόλου γὰρ δοκεῖ καὶ τὰ ὠφέλιμα λυπηρὰ γίνεσθαι παρὰ τὴν κατὰ ποσότητα ἄμετρον αὐτῶν χρῆσιν, καὶ τὰ βλαβερὰ εἶναι δοκοῦντα ἐν τῷ καθ’ ὑπερβολὴν παραλαμβάνεσθαι ἀκαριαῖα μὴ λυπεῖν. μαρτυρεῖ δὲ τῷ λόγῳ μάλιστα τὸ κατὰ τὰς ἰατρικὰς δυνάμεις θεωρούμενον, ἐν αἷς ἡ μὲν πρὸς ἀκρίβειαν μῖξις τῶν ἁπλῶν φαρμάκων ὠφέλιμον ποιεῖ τὸ συντεθέν, ῥοπῆς δὲ βραχυτάτης ἐνίοτε παροραθείσης οὐ μόνον οὐκ ὠφέλιμον ἀλλὰ καὶ βλαβερώτατον καὶ δηλητήριον πολλάκις.
οὕτως ὁ κατὰ τὰς ποσότητας καὶ σκευασίας λόγος συγχεῖ τὴν τῶν ἐκτὸς ὑποκειμένων ὕπαρξιν. διόπερ εἰκότως ἂν καὶ οὗτος ὁ τρόπος εἰς ἐποχὴν ἡμᾶς περιάγοι μὴ δυναμένους εἰλικρινῶς ἀποφήνασθαι περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων.
ὄγδοός ἐστι τρόπος ὁ ἀπὸ τοῦ πρός τι, καθ’ ὃν συνάγομεν ὅτι, ἐπεὶ πάντα ἐστὶ πρός τι, περὶ τοῦ τίνα ἐστὶν ἀπολύτως καὶ ὡς πρὸς τὴν φύσιν ἐφέξομεν. ἐκεῖνο δὲ χρὴ γινώσκειν ὅτι ἐνταῦθα, ὥσπερ καὶ ἐν ἄλλοις, τῷ ‘ἔστι’ καταχρώμεθα ἀντὶ τοῦ ‘φαίνεται’, δυνάμει τοῦτο λέγοντες ‘πρός τι πάντα φαίνεται.’ τοῦτο δὲ διχῶς λέγεται, ἅπαξ μὲν ὡς πρὸς τὸ κρῖνον τὸ γὰρ ἐκτὸς ὑποκείμενον καὶ κρινόμενον πρὸς τὸ κρῖνον φαίνεται), καθ’ ἕτερον δὲ τρόπον πρὸς τὰ συνθεωρούμενα, ὡς τὸ δεξιὸν πρὸς τὸ ἀριστερόν.
ὅτι δὲ πάντα ἐστὶ πρός τι, ἐπελογισάμεθα μὲν καὶ ἔμπροσθεν, οἷον κατὰ τὸ κρῖνον, ὅτι πρὸς τόδε τὸ ζῷον καὶ τόνδε τὸν ἄνθρωπον καὶ τήνδε τὴν αἴσθησιν ἕκαστον φαίνεται καὶ πρὸς τοιάνδε περίστασιν, κατὰ δὲ τὰ συνθεωρούμενα, ὅτι πρὸς τήνδε τὴν ἐπιμιξίαν καὶ τόνδε τὸν τρόπον καὶ τὴν σύνθεσιν τήνδε καὶ τὴν ποσότητα καὶ τὴν θέσιν ἕκαστον φαίνεται.
καὶ ἰδίᾳ δὲ ἐνδέχεται συνάγειν ὅτι πάντα ἐστὶ πρός τι, τόνδε τὸν τρόπον· πότερον διαφέρει τῶν πρός τι τὰ κατὰ διαφορὰν ἢ οὔ; εἰ μὲν οὐ διαφέρει, καὶ αὐτὰ πρός τι ἐστίν· εἰ δὲ διαφέρει, ἐπεὶ πᾶν τὸ διαφέρον πρός τι ἐστίν λέγεται γὰρ πρὸς ἐκεῖνο οὗ διαφέρει), πρός τι ἐστὶ τὰ κατὰ διαφοράν.
τῶν τε ὄντων τὰ μέν ἐστιν ἀνωτάτω γένη κατὰ τοὺς δογματικούς, τὰ δ’ ἔσχατα εἴδη, τὰ δὲ γένη καὶ εἴδη· πάντα δὲ ταῦτά ἐστι πρός τι· πάντα ἄρα ἐστὶ πρός τι. ἔτι τῶν ὄντων τὰ μέν ἐστι πρόδηλα, τὰ δὲ ἄδηλα, ὡς αὐτοί φασιν, καὶ σημαίνοντα μὲν τὰ φαινόμενα, σημαινόμενα δὲ ὑπὸ τῶν φαινομένων τὰ ἄδηλα· ὄψις γὰρ κατ’ αὐτοὺς τῶν ἀδήλων τὰ φαινόμενα. τὸ δὲ σημαῖνον καὶ τὸ σημαινόμενόν ἐστι πρός τι· πρός τι ἄρα ἐστὶ πάντα.
πρὸς τούτοις τῶν ὄντων τὰ μέν ἐστιν ὅμοια τὰ δὲ ἀνόμοια καὶ τὰ μὲν ἴσα τὰ δὲ ἄνισα· ταῦτα δέ ἐστι πρός τι· πάντα ἄρα ἐστὶ πρός τι. καὶ ὁ λέγων δὲ μὴ πάντα εἶναι πρός τι βεβαιοῖ τὸ πάντα εἶναι πρός τι· καὶ αὐτὸ γὰρ τὸ πάντα εἶναι πρός τι πρὸς ἡμᾶς εἶναι δείκνυσι, καὶ οὐ καθόλου, δι’ ὧν ἡμῖν ἐναντιοῦται.
πλὴν ἀλλ’ οὕτω παριστάντων ἡμῶν ὅτι πάντα ἐστὶ πρός τι, δῆλόν ἐστι λοιπόν, ὅτι ὁποῖον ἔστιν ἕκαστον τῶν ὑποκειμένων κατὰ τὴν ἑαυτοῦ φύσιν καὶ εἰλικρινῶς λέγειν οὐ δυνησόμεθα, ἀλλ’ ὁποῖον φαίνεται ἐν τῷ πρός τι. <ᾯ> ἀκολουθεῖ τὸ περὶ τῆς φύσεως τῶν πραγμάτων δεῖν ἡμᾶς ἐπέχειν.
Περὶ δὲ τοῦ κατὰ τὰς συνεχεῖς ἢ σπανίους συγκυρήσεις τρόπου, ὃν ἔννατον ἐλέγομεν εἶναι τῇ τάξει, τοιαῦτά τινα διέξιμεν. ὁ ἥλιος πολλῷ δήπου ἐκπληκτικώτερός ἐστιν ἀστέρος κομήτου· ἀλλ’ ἐπεὶ τὸν μὲν ἥλιον συνεχῶς ὁρῶμεν, τὸν δὲ κομήτην ἀστέρα σπανίως, ἐπὶ μὲν τῷ ἀστέρι ἐκπλησσόμεθα ὥστε καὶ διοσημείαν αὐτὸν εἶναι δοκεῖν, ἐπὶ δὲ τῷ ἡλίῳ οὐδαμῶς. ἐὰν μέντοι γε ἐννοήσωμεν τὸν ἥλιον σπανίως μὲν φαινόμενον, σπανίως δὲ δυόμενον, καὶ πάντα μὲν ἀθρόως φωτίζοντα, πάντα δὲ ἐξαίφνης ἐπισκιάζεσθαι ποιοῦντα, πολλὴν ἔκπληξιν ἐν τῷ πράγματι θεωρήσομεν.
καὶ ὁ σεισμὸς δὲ οὐχ ὁμοίως θορυβεῖ τούς τε πρῶτον αὐτοῦ πειρωμένους καὶ τοὺς ἐν ἔθει τούτου γεγενημένους. πόσην δὲ ἔκπληξιν ἀνθρώπῳ φέρει θάλασσα πρῶτον ὀφθεῖσα. ἀλλὰ καὶ κάλλος σώματος ἀνθρωπίνου πρῶτον καὶ ἐξαίφνης θεωρούμενον συγκινεῖ μᾶλλον ἡμᾶς ἢ εἰ ἐν ἔθει τοῦ ὁρᾶσθαι γένοιτο. καὶ τὰ μὲν σπάνια τίμια εἶναι δοκεῖ, τὰ δὲ σύντροφα ἡμῖν καὶ εὔπορα οὐδαμῶς.
ἐὰν γοῦν ἐννοήσωμεν τὸ ὕδωρ σπανίζον, πόσῳ ἂν τῶν τιμίων εἶναι δοκούντων ἁπάντων τιμιώτερον ἡμῖν φανείη. ἢ ἐὰν ἐνθυμηθῶμεν τὸν χρυσὸν ἁπλῶς ἐπὶ τῆς γῆς ἐρριμμένον πολὺν παραπλησίως τοῖς λίθοις, τίνι δόξομεν ἔσεσθαι τοῦτον τίμιον ἢ κατάκλειστον οὕτως;
ἐπεὶ οὖν τὰ αὐτὰ πράγματα παρὰ τὰς συνεχεῖς ἢ σπανίους περιπτώσεις ὁτὲ μὲν ἐκπληκτικὰ ἢ τίμια, ὁτὲ δὲ οὐ τοιαῦτα εἶναι δοκεῖ, ἐπιλογιζόμεθα ὅτι ὁποῖον μὲν φαίνεται τούτων ἕκαστον μετὰ συνεχοῦς περιπτώσεως ἢ σπανίας ἴσως δυνησόμεθα λέγειν, ψιλῶς δὲ ὁποῖον ἔστιν ἕκαστον τῶν ἐκτὸς ὑποκειμένων οὐκ ἐσμὲν δυνατοὶ φάσκειν. καὶ διὰ τοῦτον οὖν τὸν τρόπον περὶ αὐτῶν ἐπέχομεν.
Δέκατός ἐστι τρόπος, ὃς καὶ μάλιστα συνέχει πρὸς. τὰ ἠθικά, ὁ παρὰ τὰς ἀγωγὰς καὶ τὰ ἔθη καὶ τοὺς νόμους καὶ τὰς μυθικὰς πίστεις καὶ τὰς δογματικὰς ὑπολήψεις. ἀγωγὴ μὲν οὖν ἐστιν αἵρεσις βίου ἤ τινος πράγματος περὶ ἕνα ἢ πολλοὺς γινομένη, οἷον περὶ Διογένην ἢ τοὺς Λάκωνας·
νόμος δέ ἐστιν ἔγγραφος συνθήκη παρὰ τοῖς πολιτευομένοις, ἣν ὁ παραβαίνων κολάζεται, ἔθος δὲ ἢ συνήθεια οὐ διαφέρει γάρ) πολλῶν ἀνθρώπων κοινὴ πράγματός τινος παραδοχή, ἣν ὁ παραβὰς οὐ πάντως κολάζεται, οἷον νόμος ἐστὶ τὸ μὴ μοιχεύειν, ἔθος δὲ ἡμῖν τὸ μὴ δημοσίᾳ γυναικὶ μίγνυσθαι.
μυθικὴ δὲ πίστις ἐστὶ πραγμάτων ἀγενήτων τε καὶ πεπλασμένων παραδοχή, οἷά ἐστιν ἄλλα τε καὶ τὰ περὶ τοῦ Κρόνου μυθευόμενα· ταῦτα γὰρ πολλοὺς εἰς πίστιν ἄγει. δογματικὴ δέ ἐστιν ὑπόληψις παραδοχὴ πράγματος δι’ ἀναλογισμοῦ ἤ τινος ἀποδείξεως κρατύνεσθαι δοκοῦσα, οἷον ὅτι ἄτομα ἔστι τῶν ὄντων στοιχεῖα ἢ ὁμοιομερῆ <ἢ> ἐλάχιστα ἤ τινα ἄλλα.
ἀντιτίθεμεν δὲ τούτων ἕκαστον ὁτὲ μὲν ἑαυτῷ, ὁτὲ δὲ τῶν ἄλλων ἑκάστῳ. οἷον ἔθος μὲν ἔθει οὕτως· τινὲς τῶν Αἰθιόπων στίζουσι τὰ βρέφη, ἡμεῖς δ’ οὔ· καὶ Πέρσαι μὲν ἀνθοβαφεῖ ἐσθῆτι καὶ ποδήρει χρῆσθαι νομίζουσιν εὐπρεπὲς εἶναι, ἡμεῖς δὲ ἀπρεπές· καὶ οἱ μὲν Ἰνδοὶ ταῖς γυναιξὶ δημοσίᾳ μίγνυνται, οἱ δὲ πλεῖστοι τῶν ἄλλων αἰσχρὸν τοῦτο εἶναι ἡγοῦνται.
νόμον δὲ νόμῳ οὕτως ἀντιτίθεμεν· παρὰ μὲν τοῖς Ῥωμαίοις ὁ τῆς πατρῴας ἀποστὰς οὐσίας οὐκ ἀποδίδωσι τὰ τοῦ πατρὸς χρέα, παρὰ δὲ τοῖς Ῥοδίοις πάντως ἀποδίδωσιν· καὶ ἐν μὲν Ταύροις τῆς Σκυθίας νόμος ἦν τοὺς ξένους τῇ Ἀρτέμιδι καλλιερεῖσθαι, παρὰ δὲ ἡμῖν ἄνθρωπον ἀπείρηται πρὸς ἱερῷ φονεύεσθαι.
ἀγωγὴν δὲ ἀγωγῇ, ὅταν τὴν Διογένους ἀγωγὴν ἀντιτιθῶμεν τῇ τοῦ Ἀριστίππου ἢ τὴν τῶν Λακώνων τῇ τῶν Ἰταλῶν. μυθικὴν δὲ πίστιν πίστει μυθικῇ, ὅταν ὅπου μὲν <λέγωμεν> τὸν Δία μυθεύεσθαι πατέρα ἀνδρῶν τε θεῶν τε, ὅπου δὲ τὸν Ὠκεανόν, λέγοντες Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. δογματικὰς δὲ ὑπολήψεις ἀλλήλαις ἀντιτίθεμεν,
ὅταν λέγωμεν τοὺς μὲν ‘ἓν εἶναι στοιχεῖον ἀποφαίνεσθαι, τοὺς δὲ ἄπειρα, καὶ τοὺς μὲν θνητὴν τὴν ψυχὴν, τοὺς δὲ ἀθάνατον, καὶ τοὺς μὲν προνοίᾳ θεῶν διοικεῖσθαι τὰ καθ’ ἡμᾶς, τοὺς δὲ ἀπρονοήτως.
τὸ ἔθος δὲ τοῖς ἄλλοις ἀντιτίθεμεν, οἷον νόμῳ μέν, ὅταν λέγωμεν παρὰ μὲν Πέρσαις ἔθος εἶναι ἀρρενομιξίαις χρῆσθαι, παρὰ δὲ Ῥωμαίοις ἀπαγορεύεσθαι νόμῳ τοῦτο πράττειν, καὶ παρ’ ἡμῖν μὲν τὸ μοιχεύειν ἀπειρῆσθαι, παρὰ δὲ Μασσαγέταις <ἐν> ἀδιαφορίας ἔθει παραδεδόσθαι, ὡς Εὔδοξος ὁ Κνίδιος ἱστορεῖ ἐν τῷ πρώτῳ τῆς περιόδου, καὶ παρ’ ἡμῖν μὲν ἀπηγορεῦσθαι μητράσι μίγνυσθαι, παρὰ δὲ τοῖς Πέρσαις ἔθος εἶναι μάλιστα οὕτω γαμεῖν. καὶ παρ’ Αἰγυπτίοις δὲ τὰς ἀδελφὰς γαμοῦσιν, ὃ παρ’ ἡμῖν ἀπείρηται νόμῳ.
ἀγωγῇ δὲ ἔθος ἀντιτίθεται, ὅταν οἱ μὲν πολλοὶ ἄνθρωποι ἀναχωροῦντες μιγνύωνται ταῖς ἑαυτῶν γυναιξίν, ὁ δὲ Κράτης τῇ Ἱππαρχίᾳ δημοσίᾳ· καὶ ὁ μὲν Διογένης ἀπὸ ἐξωμίδος περιῄει, ἡμεῖς δὲ ὡς εἰώθαμεν.
μυθικῇ δὲ πίστει, [ὡς] ὅταν λέγωσιν οἱ μῦθοι ὅτι ὁ Κρόνος κατήσθιεν αὑτοῦ τὰ τέκνα, ἔθους ὄντος ἡμῖν προνοεῖσθαι παίδων· καὶ παρ’ ἡμῖν μὲν συνήθεια ὡς ἀγαθοὺς καὶ ἀπαθεῖς κακῶν σέβειν τοὺς θεούς, τιτρωσκόμενοι δὲ καὶ φθονοῦντες ἀλλήλοις ὑπὸ τῶν ποιητῶν εἰσάγονται.
δογματικῇ δὲ ὑπολήψει, ὅταν ἡμῖν μὲν ἔθος ᾖ παρὰ θεῶν αἰτεῖν τὰ ἀγαθά, ὁ δὲ Ἐπίκουρος λέγῃ μὴ ἐπιστρέφεσθαι ἡμῶν τὸ θεῖον, καὶ ὅταν ὁ μὲν Ἀρίστιππος ἀδιάφορον ἡγῆται τὸ γυναικείαν ἀμφιέννυσθαι στολήν, ἡμεῖς δὲ αἰσχρὸν τοῦτο ἡγώμεθα εἶναι.
ἀγωγὴν δὲ ἀντιτίθεμεν νόμῳ μέν, ὅταν νόμου ὄντος μὴ ἐξεῖναι τύπτειν ἄνδρα ἐλεύθερον καὶ εὐγενῆ οἱ παγκρατιασταὶ τύπτωσιν ἀλλήλους διὰ τὴν ἀγωγὴν τοῦ κατ’ αὐτοὺς βίου, καὶ ὅταν ἀπειρημένου τοῦ ἀνδροφονεῖν οἱ μονομάχαι ἀναιρῶσιν ἀλλήλους διὰ τὴν αὐτὴν αἰτίαν.
μυθικὴν δὲ πίστιν ἀγωγῇ ἀντιτίθεμεν, ἐπειδὰν λέγωμεν ὅτι οἱ μὲν μῦθοι παρὰ τῇ Ὀμφάλῃ τὸν Ἡρακλέα λέγουσιν εἴριά τε ξαίνειν καὶ δουλοσύνης ἀνέχεσθαι καὶ ταῦτα ποιῆσαι ἅπερ οὐδ’ ἂν μετρίως προῃρημένος ἐποίησεν ἄν τις, ἡ δὲ ἀγωγὴ τοῦ βίου τοῦ Ἡρακλέους ἦν γενναία.
δογματικῇ δὲ ὑπολήψει, ὅταν οἱ μὲν ἀθληταὶ ὡς ἀγαθοῦ <τινος> τῆς δόξης ἀντιποιούμενοι ἐπίπονον ἀγωγὴν βίου δι’ αὐτὴν ἐπαναιρῶνται, πολλοὶ δὲ τῶν φιλοσόφων φαῦλον εἶναι τὴν δόξαν δογματίζωσιν.
τὸν δὲ νόμον ἀντιτίθεμεν μυθικῇ μὲν πίστει, ὅταν οἱ μὲν ποιηταὶ εἰσάγωσι τοὺς θεοὺς καὶ μοιχεύοντας καὶ ἀρρενομιξίαις χρωμένους, νόμος δὲ παρ’ ἡμῖν κωλύῃ ταῦτα πράττειν, δογματικῇ
δὲ ὑπολήψει, ὅταν οἱ μὲν περὶ Χρύσιππον ἀδιάφορον εἶναι λέγωσι τὸ μητράσιν ἢ ἀδελφαῖς μίγνυσθαι, ὁ δὲ νόμος ταῦτα κωλύῃ.
μυθικὴν δὲ πίστιν δογματικῇ ὑπολήψει ἀντιτίθεμεν, ὅταν οἱ μὲν ποιηταὶ λέγωσι τὸν Δία κατελθόντα θνηταῖς γυναιξὶ μίγνυσθαι, παρὰ δὲ τοῖς δογματικοῖς ἀδύνατον τοῦτο εἶναι νομίζηται, καὶ ὁ μὲν ποιητὴς λέγῃ,
ὅτι Ζεὺς διὰ τὸ πένθος τὸ ἐπὶ Σαρπηδόνι αἱματοέσσας ψεκάδας κατέχευεν ἔραζε, δόγμα μέντοι φιλοσόφων <ᾖ> ἀπαθὲς εἶναι τὸ θεῖον, καὶ ὅταν<.....> τὸν τῶν ἱπποκενταύρων μῦθον ἀναιρῶσιν, ἀνυπαρξίας παράδειγμα τὸν ἱπποκένταυρον ἡμῖν φέροντες.
πολλὰ μὲν οὖν καὶ ἄλλα ἐνῆν καθ’ ἑκάστην τῶν προειρημένων ἀντιθέσεων λαμβάνειν παραδείγματα· ὡς ἐν συντόμῳ δὲ λόγῳ ταῦτα ἀρκέσει. πλὴν τοσαύτης ἀνωμαλίας πραγμάτων καὶ διὰ τούτου τοῦ τρόπου δεικνυμένης, ὁποῖον μὲν ἔστι τὸ ὑποκείμενον κατὰ τὴν φύσιν οὐκ ἕξομεν λέγειν, ὁποῖον δὲ φαίνεται πρὸς τήνδε τὴν ἀγωγὴν ἢ πρὸς τόνδε τὸν νόμον ἢ πρὸς τόδε τὸ ἔθος καὶ τῶν ἄλλων ἕκαστον. καὶ διὰ τοῦτον οὖν περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων πραγμάτων ἐπέχειν ἡμᾶς ἀνάγκη. οὕτω μὲν οὖν διὰ τῶν δέκα τρόπων καταλήγομεν εἰς τὴν ἐποχήν.