Book 3, § 15 — Outlines of Pyrrhonism

‘Ἀνυπόστατον δὲ εἶναι λέγουσί τινες καὶ τὴν καλουμένην φυσικὴν μεταβολήν, λόγοις ἐπιχειροῦντες τοιούτοις. εἰ μεταβάλλει τι, ἤτοι σῶμά ἐστι τὸ μεταβάλλον ἢ ἀσώματον· ἑκάτερον δὲ τούτων ἠπόρηται· ἄπορος ἄρα ἔσται καὶ ὁ περὶ τῆς μεταβολῆς λόγος.

εἰ μεταβάλλει τι, κατά τινας ἐνεργείας αἰτίου καὶ πάσχον μεταβάλλει.<.....> διατρέπεται γὰρ ἡ τοῦ αἰτίου ὑπόστασις· ᾧ τὸ πάσχον συμπεριτρέπεται μὴ ἔχον ὑπὸ ὅτου πάθῃ. οὐδὲ μεταβάλλει τι ἄρα.

εἰ μεταβάλλει τι, ἤτοι τὸ ὂν μεταβάλλει ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν μὴ ὂν ἀνυπόστατόν ἐστι καὶ οὔτε πάσχειν τι οὔτε δρᾶν δύναται, ὥστε οὐδὲ μεταβολὴν ἐπιδέχεται. εἰ δὲ τὸ ὂν μεταβάλλει, ἤτοι καθὸ ὄν ἐστι μεταβάλλει ἢ καθὸ μὴ ὄν ἐστιν.

καθὸ μὲν οὖν μὴ ὄν ἐστιν, οὐ μεταβάλλει· οὐδὲ γὰρ οὐκ ὄν ἐστιν· εἰ δὲ καθὸ ὄν ἐστι μεταβάλλει, ἕτερον ἔστι τοῦ ὂν εἶναι, τουτέστιν οὐκ ὂν ἔσται. ἄτοπον δὲ τὸ λέγειν τὸ ὂν οὐκ ὂν γίνεσθαι· οὐκ ἄρα οὐδὲ τὸ ὂν μεταβάλλει. εἰ δὲ μήτε τὸ ὂν μεταβάλλει μήτε τὸ μὴ ὄν, παρὰ ταῦτα δὲ οὐδὲν ἔστι, λείπεται λέγειν ὅτι οὐδὲν μεταβάλλει. ἔτι καὶ ταῦτά φασί τινες.

τὸ μεταβάλλον ἔν τινι χρόνῳ μεταβάλλειν ὀφείλει· οὔτε δὲ ἐν τῷ παρῳχηκότι Χρόνῳ μεταβάλλει τι οὔτε ἐν τῷ μέλλοντι, ἀλλ' οὐδ' ἐν τῷ ἐνεστῶτι, ὡς δείξομεν· οὐκ ἄρα μεταβάλλει τι. ἐν μὲν οὖν τῷ παρεληλυθότι ἢ μέλλοντι χρόνῳ οὐδὲν μεταβάλλει· τούτων γὰρ οὐθέτερος ἐνέστηκεν, ἀδύνατον δέ ἐστι δρᾶν τι ἢ πάσχειν ἐν τῷ μὴ ὄντι καὶ ἐνεστηκότι χρόνῳ. ἀλλ’ οὐδὲ ἐν τῷ ἐνεστῶτι.

ὁ γὰρ ἐνεστὼς χρόνος ἴσως μὲν καὶ ἀνύπαρκτός ἐστιν, ἵνα δὲ τοῦτο νῦν ὑπερθώμεθα, ἀμερής ἐστιν· ἀδύνατον δέ ἐστιν <ἐν> ἀμερεῖ χρόνῳ νομίζειν τὸν σίδηρον, εἰ τύχοι, τῆς σκληρότητος εἰς μαλακότητα μεταβάλλειν ἢ τῶν ἄλλων μεταβολῶν ἑκάστην γίνεσθαι· παρατάσεως γὰρ αὗται φαίνονται χρῄζειν. εἰ οὖν μήτε ἐν τῷ παρεληλυθότι χρόνῳ μεταβάλλει τι μήτε ἐν τῷ μέλλοντι <μήτε ἐν ἐνεστῶτι, οὐδὲ> μεταβάλλειν τι ῥητέον.

πρὸς τούτοις, εἰ ἔστι τις μεταβολή, ἤτοι αἰσθήσεις ἁπλοπαθεῖς εἰσιν, ἡ δὲ μεταβολὴ συμμνημόνευσιν ἔχειν δοκεῖ τοῦ τε ἐξ οὗ μεταβάλλει καὶ εἰς ὃ μεταβάλλειν λέγεται· εἰ δὲ νοητή ἐστιν, ἐπεὶ περὶ τῆς ὑπάρξεως τῶν νοητῶν ἀνεπίκριτος γέγονε παρὰ τοῖς παλαιοῖς διαφωνία, καθάπερ ἤδη πολλάκις ὑπεμνήσαμεν, οὐδὲν ἕξομεν λέγειν οὐδὲ περὶ τῆς ὑπάρξεως τῆς μεταβολῆς.