Book 1, § 30 — Outlines of Pyrrhonism

Ἀλλὰ καὶ ἡ Δημοκρίτειος φιλοσοφία λέγεται κοινωνίαν ἔχειν πρὸς τὴν σκέψιν, ἐπεὶ δοκεῖ τῇ αὐτῇ ὕλῃ ἡμῖν κεχρῆσθαι· ἀπὸ γὰρ τοῦ τοῖς μὲν γλυκὺ φαίνεσθαι τὸ μέλι τοῖς δὲ πικρὸν τὸν Δημόκριτον ἐπιλογίζεσθαί φασι τὸ μήτε γλυκὺ αὐτὸ εἶναι μήτε πικρόν, καὶ διὰ τοῦτο ἐπιφθέγγεσθαι τὴν ‘οὐ μᾶλλον’ φωνὴν σκεπτικὴν οὖσαν. διαφόρως μέντοι χρῶνται τῇ ‘οὐ μᾶλλον’ φωνῇ οἵ τε σκεπτικοὶ καὶ οἱ ἀπὸ τοῦ Δημοκρίτου· ἐκεῖνοι μὲν γὰρ ἐπὶ τοῦ μηδέτερον εἶναι τάττουσι τὴν φωνήν, ἡμεῖς δὲ ἐπὶ τοῦ ἀγνοεῖν, πότερον ἀμφότερα ἢ οὐθέτερόν τι ἔστι τῶν φαινομένων.

ὥστε καὶ κατὰ τοῦτο μὲν διαφέρομεν, προδηλοτάτη δὲ γίνεται ἡ διάκρισις ὅταν ὁ Δημόκριτος λέγῃ ‘ἐτεῇ δὲ ἄτομα καὶ κενόν’. ‘ἐτεῇ’ μὲν γὰρ λέγει ἀντὶ τοῦ ‘ἀληθείᾳ’· κατ’ ἀλήθειαν δὲ ὑφεστάναι λέγων τάς τε ἀτόμους καὶ τὸ κενὸν ὅτι διενήνοχεν ἡμῶν, εἰ καὶ ἀπὸ τῆς ἀνωμαλίας τῶν φαινομένων ἄρχεται, περιττὸν οἶμαι λέγειν.