Livro 3, § 24 — Esboços pirrônicos

Πάλιν οἱ Στωικοὶ περὶ ψυχὴν ἀγαθά φασιν εἶναι τέχνας τινάς, τὰς ἀρετάς· τέχνην δὲ εἶναί φασι σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων, τὰς δὲ καταλήψεις γίγνεσθαι περὶ τὸ ἡγεμονικόν. πῶς οὖν ἐν τῷ ἡγεμονικῷ, πνεύματι κατ’ αὐτοὺς ὑπάρχοντι, ἐναπόθεσις γίνεται καταλήψεων καὶ ἀθροισμὸς τοσούτων ὡς γενέσθαι τέχνην, οὐχ οἷόν τε ἐννοῆσαι, τῆς ἐπιγινομένης τυπώσεως ἀεὶ τὴν πρὸ αὐτῆς ἀπαλειφούσης, ἐπεὶ χυτόν τέ ἐστι τὸ πνεῦμα καὶ ἐξ ὅλου κινεῖσθαι λέγεται καθ’ ἑκάστην τύπωσιν.

τὸ γὰρ τὴν Πλάτωνος ἀνειδωλοποίησιν λέγειν ἐπιδεκτικὴν εἶναι δύνασθαι τοῦ ἀγαθοῦ, φημὶ δὲ τὴν κρᾶσιν τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας καὶ τῆς θατέρου φύσεως καὶ ταὐτοῦ, ἢ τοὺς ἀριθμούς, τέλεον ληρῶδές ἐστιν. ὅθεν οὐδὲ περὶ ψυχὴν εἶναι δύναται τὸ ἀγαθόν.

εἰ δὲ μήτε τὸ αἱρεῖσθαι αὐτὸ ἀγαθόν ἐστι, μήτε ἐκτὸς ὑπόκειται τὸ δι’ αὑτὸ αἱρετόν, μήτε περὶ σῶμά ἐστι μήτε περὶ ψυχήν, ὡς ἐπελογισάμην, οὐδ’ ὅλως ἔστι τι φύσει ἀγαθόν

Διὰ δὲ τὰ προειρημένα οὐδὲ κακόν τι ἔστι φύσει. τὰ γὰρ ἑτέροις δοκοῦντα εἶναι κακά, ταῦτα ἕτεροι διώκουσιν ὡς ἀγαθά, οἷον ἀσέλγειαν ἀδικίαν φιλαργυρίαν ἀκρασίαν, τὰ ἐοικότα. ὅθεν εἰ τὰ μὲν φύσει πάντας ὁμοίως πέφυκε κινεῖν, τὰ δὲ λεγόμενα εἶναι κακὰ οὐ πάντας ὁμοίως κινεῖ, οὐδέν ἐστι φύσει κακόν.

Ὁμοίως δὲ οὐδ’ ἀδιάφορόν ἐστί τι φύσει διὰ τὴν περὶ τῶν ἀδιαφόρων διαφωνίαν. οἷον γοῦν οἱ μὲν Στωικοὶ τῶν ἀδιαφόρων φασὶ τὰ μὲν προηγμένα εἶναι, τὰ δὲ ἀποπροηγμένα, τὰ δὲ οὔτε προηγμένα οὔτε ἀποπροηγμένα, προηγμένα μὲν τὰ ἱκανὴν ἀξίαν ἔχοντα ὡς Ὑγίειαν πλοῦτον, ἀποπροηγμένα δὲ τὰ μὴ ἱκανὴν ἔχοντα ἀξίαν ὡς πενίαν νόσον, μήτε δὲ προηγμένα μήτε ἀποπροηγμένα ὡς τὸ ἐκτεῖναι ἢ συγκάμψαι τὸν δάκτυλον.

τινὲς δὲ οὐδὲν τῶν ἀδιαφόρων φύσει προηγμένον ἢ ἀποπροηγμένον εἶναι λέγουσιν· ἕκαστον γὰρ τῶν ἀδιαφόρων παρὰ τὰς διαφόρους περιστάσεις ὁτὲ μὲν προηγμένον φαίνεσθαι, ὁτὲ δὲ ἀποπροηγμένον. εἰ γοῦν, φασίν, οἱ μὲν πλούσιοι ἐπιβουλεύοιντο ὑπὸ τυράννου οἱ δὲ πένητες εἰρηνεύοιντο, πᾶς ἂν ἕλοιτο εἶναι πένης μᾶλλον ἢ πλούσιος, ὡς ἀποπροηγμένον γίνεσθαι τὸν πλοῦτον.

ὥστε ἐπεὶ ἕκαστον τῶν λεγομένων ἀδιαφόρων οἱ μὲν ἀγαθὸν εἶναί φασιν, οἱ δὲ κακόν, ἅπαντες δ’ ἂν ὁμοίως ἀδιάφορον αὐτὸ ἐνόμιζον εἶναι, εἴγε ἀδιάφορον ἦν φύσει, οὐδέν ἐστι φύσει ἀδιάφορον.

Οὕτως καὶ εἴ τις φύσει αἱρετὴν εἶναι λέγοι τὴν ἀνδρείαν διὰ τὸ τοὺς λέοντας φυσικῶς τολμᾶν καὶ ἀνδρίζεσθαι δοκεῖν καὶ ταύρους, εἰ τύχοι, καὶ ἀνθρώπους τινὰς καὶ ἀλεκτρυόνας, λέγομεν, ὅτι ὅσον ἐπὶ τούτῳ καὶ ἡ δειλία τῶν φύσει αἱρετῶν ἐστιν, ἐπεὶ ἔλαφοι καὶ λαγῲ καὶ ἄλλα πλείονα ζῷα φυσικῶς ἐπ’ αὐτὴν ὁρμᾷ. καὶ οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων δειλοὶ θεωροῦνται· σπανίως μὲν γάρ τις ὑπὲρ πατρίδος ἑαυτὸν ἐπέδωκεν εἰς θάνατον βλακευσάμενος ἢ ἄλλως θερμόν τι τυφωθεὶς ἔδοξέ τις διαπράττεσθαι, ὁ δὲ πλεῖστος ὅμιλος τῶν ἀνθρώπων πάντα τὰ τοιαῦτα ἐκκλίνει.

ὅθεν καὶ οἱ Ἐπικούρειοι δεικνύναι νομίζουσι φύσει αἱρετὴν εἶναι τὴν ἡδονήν· τὰ γὰρ ζῷά φασιν ἅμα τῷ γενέσθαι, ἀδιάστροφα ὄντα, ὁρμᾶν μὲν ἐπὶ τὴν ἡδονήν, ἐκκλίνειν δὲ ἀλγηδόνας.

καὶ πρὸς τούτους δὲ ἔστι λέγειν, ὅτι τὸ ποιητικὸν κακοῦ οὐκ ἂν εἴη φύσει ἀγαθόν· ἡ δέ ἡδονὴ κακῶν ἐστι ποιητική· πάσῃ γὰρ ἡδονῇ παραπέπηγεν ἀλγηδών, ἥ ἐστι κατ’ αὐτοὺς φύσει κακόν. οἷον γοῦν ἥδεται ὁ μέθυσος ἐμφορούμενος οἴνου καὶ ὁ γαστρίμαργος τροφῆς, καὶ ὁ λάγνος ἀφροδισίοις ἀμέτρως χρώμενος· ἀλλὰ ταῦτα καὶ πενίας καὶ νόσων ἐστὶ ποιητικά, ἅπερ ἀλγεινά ἐστι καὶ κακά, ὡς φασίν. οὐκ ἄρα φύσει ἀγαθόν ἐστιν ἡ ἡδονή.

παραπλησίως δὲ καὶ τὸ ποιητικὸν ἀγαθοῦ οὔκ ἐστι φύσει κακόν, ἡδονὰς δὲ ἀποτελοῦσιν ἀλγηδόνες· καὶ γὰρ ἐπιστήμας ἀναλαμβάνομεν πονοῦντες, καὶ πλούτου καὶ ἐρωμένης οὕτως ἐγκρατὴς γίνεταί τις, καὶ ὑγίειαν περιποιοῦσιν αἱ ἀλγηδόνες. οὐκ ἄρα ὁ πόνος φύσει κακόν. καὶ γὰρ εἰ φύσει ἀγαθὸν μὲν ἦν ἡ ἡδονὴ, φαῦλον δὲ ὁ πόνος, πάντες ἂν ὁμοίως διέκειντο περὶ αὐτῶν, ὡς ἐλέγομεν· ὁρῶμεν δὲ πολλοὺς τῶν φιλοσόφων τὸν μὲν πόνον καὶ τὴν καρτερίαν αἱρουμένους, τῆς ἡδονῆς δὲ καταφρονοῦντας.

ὁμοίως δ’ ἂν περιτρέποιντο καὶ οἱ τὸν ἐνάρετον βίον φύσει ἀγαθὸν εἶναι λέγοντες, ἐκ τοῦ τινὰς τῶν σοφῶν τὸν μεθ’ ἡδονῆς αἱρεῖσθαι βίον, ὡς ἐκ τῆς παρ’ αὐτοῖς ἐκείνοις διαφωνίας τὸ φύσει τι τοῖον ἢ τοῖον εἶναι διατρέπεσθαι.

Οὐκ ἄτοπον δ’ ἂν ’ἴσως εἴη πρὸς τούτοις καὶ εἰδικώτερον ἐπιστῆσαι διὰ βραχέων ταῖς ὑπολήψεσι ταῖς περὶ αἰσχρῶν καὶ οὐκ αἰσχρῶν, ἀθέσμων τε καὶ οὐ τοιούτων καὶ νόμων καὶ ἐθῶν καὶ τῆς εἰς θεοὺς εὐσεβείας καὶ τῆς περὶ τοὺς κατοιχομένους ὁσιότητος καὶ τῶν ἐοικότων· καὶ γὰρ οὕτω περὶ τῶν πρακτέων ἢ μὴ πολλὴν εὑρήσομεν ἀνωμαλίαν.

οἷον γοῦν παρ’ ἡμῖν μὲν αἰσχρόν, μᾶλλον δὲ καὶ παράνομον νενόμισται τὸ τῆς ἀρρενομιξίας, παρὰ Γερμανοῖς δέ, ὡς φασίν, οὐκ αἰσχρόν, ἀλλ’ ὡς ἕν τι τῶν συνήθων. λέγεται δὲ καὶ παρὰ Θηβαίοις τὸ παλαιὸν οὐκ αἰσχρὸν τοῦτο εἶναι δόξαι, καὶ τὸν Μηριόνην τὸν Κρῆτα οὕτω κεκλῆσθαί φασι δι’ ἔμφασιν τοῦ Κρητῶν ἔθους, καὶ τὴν Ἀχιλλέως πρὸς Πάτροκλον διάπυρον φιλίαν εἰς τοῦτο ἀνάγουσί τινες.

καὶ τί θαυμαστόν, ὅπου γε καὶ οἱ ἀπὸ τῆς κυνικῆς φιλοσοφίας καὶ οἱ περὶ τὸν Κιτιέα Ζήνωνα καὶ Κλεάνθην καὶ Χρύσιππον ἀδιάφορον τοῦτο εἶναί φασιν; καὶ τὸ δημοσίᾳ γυναικὶ μίγνυσθαι, καίτοι παρ’ ἡμῖν αἰσχρὸν εἶναι δοκοῦν, παρά τισι τῶν Ἰνδῶν οὐκ αἰσχρὸν εἶναι νομίζεται· μίγνυνται γοῦν ἀδιαφόρως δημοσίᾳ, καθάπερ καὶ περὶ τοῦ φιλοσόφου Κράτητος ἀκηκόαμεν.

ἀλλὰ καὶ τὸ τὰς γυναῖκας ἑταιρεῖν παρ’ ἡμῖν μὲν αἰσχρόν ἐστι καὶ ἐπονείδιστον, παρὰ δὲ πολλοῖς τῶν Αἰγυπτίων εὐκλεές· φασὶ γοῦν, ὅτι αἱ πλείστοις συνιοῦσαι καὶ κόσμον ἔχουσι περισφύριον, σύνθημα τοῦ παρ’ αὐταῖς σεμνολογήματος. παρ’ ἐνίοις δὲ αὐτῶν αἱ κόραι πρὸ τῶν γάμων τὴν προῖκα ἐξ ἑταιρήσεως συνάγουσαι γαμοῦνται. καὶ τοὺς Στωικοὺς δὲ ὁρῶμεν οὐκ ἄτοπον εἶναι λέγοντας τὸ ἑταίρᾳ συνοικεῖν ἢ τὸ ἐξ ἑταίρας ἐργασίας διαζῆν.

ἀλλὰ καὶ τὸ ἐστίχθαι παρ’ ἡμῖν μὲν αἰσχρὸν καὶ ἄτιμον εἶναι δοκεῖ, πολλοὶ δὲ Αἰγυπτίων καὶ Σαρματῶν στίζουσι τὰ γεννώμενα.

τό τε ἐλλόβια ἔχειν τοὺς ἄρρενας παρ’ ἡμῖν μὲν αἰσχρόν ἐστι, παρ’ ἐνίοις δὲ τῶν βαρβάρων, ὥσπερ καὶ Σύροις, εὐγενείας ἐστὶ σύνθημα. τινὲς δὲ ἐπιτείνοντες τὸ σύνθημα τῆς εὐγενείας, καὶ τὰς ῥῖνας τῶν παίδων τιτρώσκοντες κρίκους ἀπ’ αὐτῶν ἀργυρέους ἢ χρυσοῦς ἀπαρτῶσιν, ὃ παρ’ ἡμῖν οὐκ ἂν ποιήσειέ τις,

ὥσπερ οὐδὲ ἀνθοβαφῆ καὶ ποδήρη τις ἄρρην ἐνταῦθα <ἂν> ἀμφιέσαιτο ἐσθῆτα, καίτοι Πέρσαις εὐπρεπεστάτου τοῦ παρ’ ἡμῖν αἰσχροῦ τούτου δοκοῦντος εἶναι. καὶ παρὰ Διονυσίῳ δὲ τῷ τῆς Σικελίας τυράννῳ τοιαύτης ἐσθῆτος Πλάτωνι καὶ Ἀριστίππῳ τοῖς φιλοσόφοις προσενεχθείσης ὁ μὲν Πλάτων ἀπεπέμψατο, εἰπὼν

οὕτω καὶ τῶν σοφῶν ᾧ μὲν οὐκ αἰσχρόν, ᾧ δὲ αἰσχρὸν ἐδόκει τοῦτο εἶναι.

ἄθεσμον τέ ἐστι παρ’ ἡμῖν μητέρα ἢ ἀδελφὴν ἰδίαν γαμεῖν· Πέρσαι δέ, καὶ μάλιστα αὐτῶν οἱ σοφίαν ἀσκεῖν δοκοῦντες, οἱ Μάγοι, γαμοῦσι τὰς μητέρας, καὶ Αἰγύπτιοι τὰς ἀδελφὰς ἄγονται πρὸς γάμον, καὶ ὡς ὁ ποιητής φησιν

Ζεὺς Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε. ἀλλὰ καὶ ὁ Κιτιεὺς Ζήνων φησὶ μὴ ἄτοπον εἶναι τὸ μόριον τῆς μητρὸς τῷ ἑαυτοῦ μορίῳ τρῖψαι, καθάπερ οὐδὲ ἄλλο τι μέρος τοῦ σώματος αὐτῆς τῇ χειρὶ τρῖψαι φαῦλον ἂν εἴποι τις εἶναι. καὶ ὁ Χρύσιππος δὲ ἐν τῇ πολιτείᾳ δογματίζει τόν τε πατέρα ἐκ τῆς θυγατρὸς παιδοποιεῖσθαι καὶ τὴν μητέρα ἐκ τοῦ παιδὸς καὶ τὸν ἀδελφὸν ἐκ τῆς ἀδελφῆς. Πλάτων δὲ καὶ καθολικώτερον κοινὰς εἶναι τὰς γυναῖκας δεῖν ἀπεφήνατο.

τό τε αἰσχρουργεῖν ἐπάρατον ὂν παρ’ ἡμῖν ὁ Ζήνων οὐκ ἀποδοκιμάζει· καὶ ἄλλους δὲ ὡς ἀγαθῷ τινι τούτῳ χρῆσθαι τῷ κακῷ πυνθανόμεθα.

ἀλλὰ καὶ τὸ ἀνθρωπείων γεύεσθαι σαρκῶν παρ’ ἡμῖν μὲν ἄθεσμον, παρ’ ὅλοις δὲ βαρβάροις ἔθνεσιν ἀδιάφορόν ἐστιν. καὶ τί δεῖ τοὺς βαρβάρους λέγειν, ὅπου καὶ ὁ Τυδεὺς τὸν ἐγκέφαλον τοῦ πολεμίου λέγεται φαγεῖν καὶ οἱ ἀπὸ τῆς Στοᾶς οὐκ ἄτοπον εἶναί φασι τὸ σάρκας τινὰ ἐσθίειν ἄλλων τε ἀνθρώπων καὶ ἑαυτοῦ;

τό τε ἀνθρωπείῳ μιαίνειν αἵματι βωμὸν θεοῦ παρ’ ἡμῖν μὲν τοῖς πολλοῖς ἄθεσμον, Λάκωνες δὲ ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθωσίας Ἀρτέμιδος μαστίζονται πικρῶς ὑπὲρ τοῦ πολλὴν αἵματος ἐπὶ τοῦ βωμοῦ τῆς θεοῦ γενέσθαι ῥύσιν. ἀλλὰ καὶ τῷ Κρόνῳ θύουσιν ἄνθρωπόν τινες, καθάπερ καὶ Σκύθαι τῇ Ἀρτέμιδι τοὺς ξένους· ἡμεῖς δὲ χραίνεσθαι τὰ ἱερὰ δοκοῦμεν ἀνθρώπου φόνῳ.

τούς γε μὴν μοιχοὺς κολάζει παρ’ ἡμῖν νόμος, παρὰ δέ τισιν ἀδιάφορόν ἐστι ταῖς τῶν ἑτέρων γυναιξὶ μίγνυσθαι· καὶ φιλοσόφων δέ τινές φασιν ἀδιάφορον εἶναι τὸ ἀλλοτρίᾳ γυναικὶ μίγνυσθαι.

τοὺς πατέρας τε ὑπὸ τῶν παίδων ἐπιμελείας ἀξιοῦσθαι κελεύει παρ’ ἡμῖν νόμος· οἱ Σκύθαι δὲ ὑπὲρ τὰ ἑξήκοντα ἔτη γενομένους αὐτοὺς ἀποσφάττουσιν. καὶ τί θαυμαστόν, εἴγε ὁ μὲν Κρόνος τῇ ἅρπῃ τὰ αἰδοῖα ἐξέτεμε τοῦ πατρός, ὁ δὲ Ζεὺς τὸν Κρόνον κατεταρτάρωσεν, ἡ δὲ Ἀθηνᾶ μετὰ Ἥρας καὶ Ποσειδῶνος τὸν πατέρα δεσμεύειν ἐπεχείρησεν; ἀλλὰ καὶ τοὺς ἑαυτοῦ παῖδας ὁ Κρόνος ἀναιρεῖν ἔκρινεν,

καὶ ὁ Σόλων Ἀθηναίοις τὸν περὶ τῶν ἀκρίτων νόμον ἔθετο, καθ’ ὃν φονεύειν ἑκάστῳ τὸν ἑαυτοῦ παῖδα ἐπέτρεψεν· παρ’ ἡμῖν δὲ τὸ τοὺς παῖδας φονεύειν ἀπαγορεύουσιν οἱ νόμοι. οἵ τε Ῥωμαίων νομοθέται τοὺς παῖδας ὑποχειρίους καὶ δούλους τῶν πατέρων κελεύουσιν εἶναι, καὶ τῆς οὐσίας τῶν παίδων μὴ κυριεύειν τοὺς παῖδας ἀλλὰ τοὺς πατέρας, ἕως ἂν ἐλευθερίας οἱ παῖδες τύχωσι κατὰ τοὺς ἀργυρωνήτους· παρ’ ἑτέροις δὲ ὡς τυραννικὸν τοῦτο ἐκβέβληται.

νόμος τέ ἐστι τοὺς ἀνδροφόνους κολάζεσθαι· οἱ μονομάχαι δὲ φονεύοντες πολλάκις καὶ τιμῆς τυγχάνουσιν. ἀλλὰ καὶ τὸ τύπτειν ἐλευθέρους οἱ νόμοι κωλύουσιν· οἱ ἀθληταὶ δὲ τύπτοντες ἐλευθέρους ἄνδρας, πολλάκις <δὲ> καὶ ἀναιροῦντες, τιμῶν καὶ στεφάνων ἀξιοῦνται.

νόμος τε παρ’ ἡμῖν κελεύει μιᾷ συνοικεῖν ἕκαστον, Θρᾳκῶν δὲ καὶ Γαιτούλων Λιβύων δὲ ἔθνος τοῦτο) πολλαῖς ἕκαστος συνοικεῖ.

τό τε λῃστεύειν παρ’ ἡμῖν μὲν παράνομον καὶ ἄδικόν ἐστι, παρὰ δὲ πολλοῖς τῶν βαρβάρων οὐκ ἄτοπον. φασὶ δέ, ὅτι καὶ εὐκλεὲς τοῦτο οἱ Κίλικες ἐνόμιζον εἶναι, ὡς καὶ τοὺς ἐν λῃστείᾳ τελευτήσαντας τιμῆς ἀξίους εἶναι δοκεῖν. καὶ ὁ Νέστωρ δὲ παρὰ τῷ ποιητῇ, μετὰ τὸ φιλοφρονήσασθαι τοὺς περὶ τὸν Τηλέμαχον, φησὶ πρὸς αὐτοὺς ἦ μαψιδίως ἀλάλησθε οἷά τε ληιστῆρες; καίτοι εἰ ἄτοπον ἦν τὸ λῃστεύειν, οὐκ ἂν οὕτως αὐτοὺς φιλοφρονησάμενος διὰ τὸ ὑποπτεύειν, μὴ ἄρα τοιοῦτοί τινες εἶεν.

ἀλλὰ καὶ <τὸ> κλέπτειν παρ’ ἡμῖν μὲν ἄδικον καὶ παράνομόν ἐστιν· οἱ δὲ καὶ κλεπτίστατον εἶναι θεὸν λέγοντες τὸν Ἑρμῆν οὐκ ἄδικον τοῦτο νομίζεσθαι ποιοῦσιν πῶς γὰρ ἂν θεὸς εἴη κακός;). φασὶ δέ τινες, ὅτι καὶ οἱ Λάκωνες τοὺς κλέψαντας ἐκόλαζον οὐ διὰ τὸ κεκλοφέναι, ἀλλὰ διὰ τὸ πεφωρᾶσθαι.

ἀλλὰ καὶ ὁ δειλὸς καὶ ὁ ῥίψασπις ἀνὴρ κολάζεται παρὰ πολλοῖς νόμῳ· διὸ καὶ ἡ τὴν ἀσπίδα τῷ παιδὶ ἐπὶ πόλεμον ἐξιόντι διδοῦσα Λάκαινα ‘σὺ ἔφη, ‘τέκνον, ἢ ταύταν ἢ ἐπὶ ταύταν. Ἀρχίλοχος δέ, ὥσπερ σεμνυνόμενος ἡμῖν ἐπὶ τῷ τὴν ἀσπίδα ῥίψας φυγεῖν, ἐν τοῖς ποιήμασι περὶ ἑαυτοῦ φησὶν ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων, αὐτὸς δ’ ἐξέφυγον θανάτου τέλος.

αἱ δὲ Ἀμαζόνες καὶ ἐχώλευον τὰ ἄρρενα τῶν ὑπ’ αὐτῶν γεννωμένων ὑπὲρ τοῦ μηδὲν ἀνδρεῖον αὐτὰ ποιῆσαι δύνασθαι, περὶ πόλεμον δὲ ἔσχον αὐταί, τοῦ ἐναντίου παρ’ ἡμῖν καλῶς ἔχειν νενομισμένου. καὶ ἡ μήτηρ δὲ τῶν θεῶν προσίεται τοὺς θηλυδρίας, οὐκ ἂν οὕτω κρίνασα ἡ θεός, εἴγε φύσει φαῦλον ἦν τὸ μὴ ἀνδρεῖον εἶναι.

οὕτω καὶ τὰ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ τοῦ κατὰ τὴν ἀνδρείαν καλοῦ πολλὴν ἀνωμαλίαν ἔχει. Καὶ τὰ περὶ εὐσεβείας δὲ καὶ θεῶν <θεραπείας> πεπλήρωται πολλῆς διαφωνίας. θεοὺς γὰρ οἱ μὲν πολλοί φασιν εἶναι, τινὲς δὲ οὐκ εἶναι, ὥσπερ οἱ περὶ Διαγόραν τὸν Μήλιον καὶ Θεόδωρον καὶ Κριτίαν τὸν Ἀθηναῖον. καὶ τῶν εἶναι θεοὺς ἀποφηναμένων οἱ μὲν τοὺς πατρίους νομίζουσι θεούς, οἱ δὲ τοὺς ἐν ταῖς δογματικαῖς αἱρέσεσιν ἀναπλασσομένους, ὡς Ἀριστοτέλης μὲν ἀσώματον εἶπεν εἶναι τὸν θεὸν καὶ πέρας τοῦ οὐρανοῦ, Στωικοὶ δὲ πνεῦμα διῆκον καὶ διὰ τῶν εἰδεχθῶν, Ἐπίκουρος δὲ ἀνθρωπόμορφον, Ξενοφάνης δὲ σφαῖραν ἀπαθῆ.

καὶ οἱ μὲν προνοεῖν τῶν καθ’ ἡμᾶς, οἱ δὲ μὴ προνοεῖν· τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ὁ Ἐπίκουρός φησι μήτε αὐτὸ πράγματα ἔχειν μήτε ἑτέροις παρέχειν. ὅθεν καὶ τῶν κατὰ τὸν βίον οἱ μὲν ἕνα φασὶν εἶναι θεόν, οἱ δὲ πολλοὺς καὶ διαφόρους ταῖς μορφαῖς, ὡς καὶ εἰς τὰς τῶν Αἰγυπτίων ὑπολήψεις ἐμπίπτειν, κυνοπροσώπους καὶ ἱερακομόρφους καὶ βόας καὶ κροκοδείλους καὶ τί γὰρ οὐχὶ νομιζόντων τοὺς θεούς.

ὅθεν καὶ τὰ περὶ θυσιῶν καὶ τῆς περὶ τοὺς θεοὺς θρησκείας ὅλως πολλὴν ἀνωμαλίαν ἔχει· ἃ γὰρ ἔν τισιν ἱεροῖς <νομίζεται> ὅσια, ταῦτα ἐν ἑτέροις ἀνόσια. καίτοι εἰ φύσει τὸ ὅσιον καὶ τὸ ἀνόσιον ἦν, οὐκ ἂν τοῦτο ἐνομίσθη. οἷον γοῦν Σαράπιδι χοῖρον οὐκ ἂν θύσειέ τις, Ἡρακλεῖ δὲ καὶ Ἀσκληπιῷ θύουσιν. πρόβατον Ἴσιδι θύειν ἄθεσμον, τῇ μητρὶ μέντοι λεγομένῃ τῶν θεῶν καὶ θεοῖς ἄλλοις καλλιερεῖται.

τῷ Κρόνῳ θύουσιν ἄνθρωπον, ὃ τοῖς πλείστοις ἀσεβὲς εἶναι νομίζεται. αἴλουρον ἐν Ἀλεξανδρείᾳ τῷ Ὥρῳ θύουσι, καὶ Θέτιδι σίλφην· ὃ παρ’ ἡμῖν οὐκ ἂν ποιήσειέ τις. ἵππον τῷ Ποσειδῶνι καλλιεροῦσιν· Ἀπόλλωνι δέ, ἐξαιρέτως τῷ Διδυμαίῳ, τὸ ζῷον ἀπεχθές. αἶγας Ἀρτέμιδι θύειν εὐσεβές, ἀλλ’ οὐκ Ἀσκληπιῷ.

καὶ ἄλλα δὲ τούτοις ὅμοια παμπληθῆ λέγειν ἔχων ἐῶ, τῆς συντομίας στοχαζόμενος. εἰ μέντοι τι ἦν ὅσιον φύσει θῦμα καὶ ἀνόσιον, παρὰ πᾶσιν ἂν ὁμοίως ἐνομίζετο.

Παραπλήσια δὲ τούτοις ἔστιν εὑρεῖν καὶ τὰ ἐν τῇ κατὰ τὴν δίαιταν τῶν ἀνθρώπων θρησκείᾳ περὶ τοὺς θεούς.

Ἰουδαῖος μὲν γὰρ ἢ ἱερεὺς Αἰγύπτιος θᾶττον ἂν ἀποθάνοι ἢ χοίρειον φάγοι, Λίβυς δὲ προβατείου γεύσασθαι κρέως τῶν ἀθεσμοτάτων εἶναι δοκεῖ, Σύρων δέ τινες περιστερᾶς, ἄλλοι δὲ ἱερείων. ἰχθῦς τε ἐν τισὶ μὲν ἱεροῖς θέμις ἐσθίειν ἐν ἄλλοις δὲ ἀσεβές. Αἰγυπτίων τε τῶν σοφῶν εἶναι νενομισμένων οἱ μὲν κεφαλὴν ζῴου φαγεῖν ἀνίερον εἶναι νομίζουσιν, οἱ δὲ ὠμοπλάτην, οἱ δὲ πόδα, οἱ δὲ ἄλλο τι.

κρόμμυον δὲ οὐκ ἄν τις προσενέγκαιτο τῶν καθιερουμένων τῷ κατὰ Πηλούσιον Κασίῳ Διί, ὥσπερ οὐδὲ ἱερεὺς τῆς κατὰ Λιβύην Ἀφροδίτης σκόρδου γεύσαιτο ἄν. ἀπέχονται δὲ ἐν <οἷς> μὲν ἱεροῖς μίνθης, ἐν οἷς ἡδυόσμου, ἐν οἷς δὲ σελίνου. ἔνιοι δὲ θᾶττον ἂν τὰς κεφαλὰς φαγεῖν φασι τῶν πατέρων ἢ κυάμους. ἀλλὰ παρ’ ἑτέροις ταῦτα ἀδιάφορα.

κυνείων τε γεύσασθαι δοκοῦμεν ἡμεῖς ἀνίερον εἶναι, Θρᾳκῶν δὲ ἔνιοι κυνοφαγεῖν ἱστοροῦνται. ἴσως δὲ καὶ παρ’ Ἕλλησι τοῦτο ἦν σύνηθες· διόπερ καὶ Διοκλῆς ἀπὸ τῶν κατὰ τοὺς Ἀσκληπιάδας ὁρμώμενος τισὶ τῶν πασχόντων σκυλάκεια δίδοσθαι κελεύει κρέα. τινὲς δὲ καὶ ἀνθρώπων σάρκας, ὡς ἔφην, ἀδιαφόρως ἐσθίουσιν, ὅπερ ἀνίερον παρ’ ἡμῖν εἶναι νενόμισται.

καίτοι εἴγε ἦν φύσει τὰ τῆς θρησκείας καὶ τῶν ἀθέσμων, παρὰ πᾶσιν ἂν ὁμοίως ἐνομίζετο.

Παραπλήσια δὲ ἔστι λέγειν καὶ περὶ τῆς εἰς τοὺς κατοιχομένους ὁσιότητος. οἱ μὲν γὰρ ὁλοκλήρως περιστείλαντες τοὺς ἀποθανόντας γῇ καλύπτουσιν, ἀσεβὲς εἶναι νομίζοντες ἡλίῳ δεικνύειν αὐτούς· Αἰγύπτιοι δὲ τὰ ἔντερα ἐξελόντες ταριχεύουσιν αὐτοὺς καὶ σὺν ἑαυτοῖς ὑπὲρ γῆς ἔχουσιν.

Αἰθιόπων δὲ οἱ ἰχθυοφάγοι εἰς τὰς λίμνας ἐμβάλλουσιν αὐτούς, ὑπὸ τῶν ἰχθύων βρωθησομένους· Ὑρκανοὶ δὲ κυσὶν αὐτοὺς ἐκτίθενται βοράν, Ἰνδῶν δὲ ἔνιοι γυψίν. Τρωγλοδύτας δέ φασιν ἐπί τινα γεώλοφον ἄγειν τὸν ἀποθανόντα, εἶτα δεσμεύσαντας αὐτοῦ τὴν κεφαλὴν πρὸς τοὺς πόδας λίθοις βάλλειν μετὰ γέλωτος, εἶθ’ ὅταν χώσωσιν αὐτὸν τοῖς βαλλομένοις ἀπαλλάσσεσθαι.

τινὲς δὲ βάρβαροι τοὺς μὲν ὑπὲρ ἑξήκοντα ἔτη γεγονότας θύσαντες ἐσθίουσιν, τοὺς δὲ ἐν νεότητι ἀποθανόντας γῇ κρύπτουσιν. ἔνιοι δὲ καίουσι τοὺς τετελευτηκότας· ὧν οἱ μὲν ἀναλαβόντες αὐτῶν τὰ ὀστέα κηδεύουσιν, οἱ δὲ ἀφροντίστως καταλείπουσιν ἐρριμμένα. Πέρσας δέ φασιν ἀνασκολοπίζειν τοὺς ἀποθανόντας καὶ νίτρῳ ταριχεύειν, εἶθ’ οὕτω τελαμῶσι συνειλεῖν. ἄλλοι δὲ ὅσον πένθος ἐπὶ τοῖς τελευτήσασιν ὑπομένουσιν ὁρῶμεν.

καὶ τὸν θάνατον δὲ αὐτὸν οἱ μὲν δεινὸν καὶ φευκτὸν εἶναι νομίζουσιν, οἱ δὲ οὐ τοιοῦτον. ὁ γοῦν Εὐριπίδης φησὶν.

καὶ ὁ Ἐπίκουρος δέ φησιν ‘ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς· τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ, τὸ δὲ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς.’ φασὶ δὲ καὶ ὡς εἴπερ συνεστήκαμεν ἐκ ψυχῆς καὶ σώματος, ὁ δὲ θάνατος διάλυσίς ἐστι ψυχῆς καὶ σώματος, ὅτε μὲν ἡμεῖς ἐσμέν, οὐκ ἔστιν ὁ θάνατος οὐ γὰρ διαλυόμεθα), ὅτε δὲ ὁ θάνατος ἔστιν, οὐκ ἐσμὲν ἡμεῖς· τῷ γὰρ μηκέτι τὴν σύστασιν εἶναι τῆς ψυχῆς καὶ τοῦ σώματος οὐδὲ ἡμεῖς ἐσμεν.

ὁ δὲ Ἡράκλειτός φησιν, ὅτι καὶ τὸ ζῆν καὶ τὸ ἀποθανεῖν καὶ ἐν τῷ ζῆν ἡμᾶς ἐστι καὶ ἐν τῷ τεθνάναι· ὅτε μὲν γὰρ ἡμεῖς ζῶμεν, τὰς ψυχὰς ἡμῶν τεθνάναι καὶ ἐν ἡμῖν τεθάφθαι, ὅτε δὲ ἡμεῖς ἀποθνῄσκομεν, τὰς ψυχὰς ἀναβιοῦν καὶ ζῆν. ἔνιοι δὲ καὶ βέλτιον εἶναι τὸ ἀποθανεῖν τοῦ ζῆν ἡμᾶς ὑπολαμβάνουσιν. ὁ γοῦν Εὐριπίδης φησὶν ἐχρῆν γὰρ ἡμᾶς σύλλογον ποιουμένους τὸν φύντα θρηνεῖν, εἰς ὅσ’ ἔρχεται κακά, τὸν δ’ αὖ θανόντα καὶ κακῶν πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων. ἀπὸ δὲ τῆς αὐτῆς ὑπολήψεως καὶ ταῦτα εἴρηται·

ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον, μηδ’ ἐσιδεῖν αὐγὰς ὀξέος ἠελίου, φύντα δ’ ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσαι καὶ κεῖσθαι πολλὴν γαῖαν ἐφεσσάμενον. καὶ τὰ περὶ Κλέοβιν δὲ καὶ Βίτωνα ἴσμεν, ἅ φησιν ὁ Ἡρόδοτος ἐν τῷ περὶ τῆς Ἀργείας ἱερείας λόγῳ.

ἱστοροῦνται δὲ καὶ Θρᾳκῶν ἔνιοι περικαθεσθέντες τὸν γεννηθέντα θρηνεῖν. οὐδὲ ὁ θάνατος οὖν τῶν φύσει δεινῶν εἶναι νομίζοιτο ἄν, ὥσπερ οὐδὲ τὸ ζῆν τῶν φύσει καλῶν. οὐδὲ τῶν προειρημένων τι ἐστὶ φύσει τοῖον ἢ τοῖον, νομιστὰ δὲ πάντα καὶ πρός τι.

Τὸν αὐτὸν δὲ τρόπον τῆς ἐπιχειρήσεως μεταφέρειν ἔστι καὶ ἐφ’ ἕκαστον τῶν ἄλλων, ἃ μὴ ἐξεθέμεθα νῦν διὰ τὴν συντομίαν τοῦ λόγου. εἰ δὲ καὶ περί τινων μὴ ἔχομεν εἰπεῖν αὐτόθεν ἀνωμαλίαν, λεκτέον, ὅτι ἔν τισιν ἔθνεσιν ἀγνοουμένοις ἡμῖν ἐνδέχεται καὶ περὶ τούτων εἶναι διαφωνίαν.

ὡς οὖν εἰ μὴ ἐγιγνώσκομεν, εἰ τύχοι, τὸ περὶ τοῦ τὰς ἀδελφὰς γαμεῖν τῶν Αἰγυπτίων ἔθος, οὐκ ἂν ὀρθῶς διεβεβαιούμεθα ὁμολογούμενον παρὰ πᾶσιν εἶναι τὸ μὴ δεῖν ἀδελφὰς γαμεῖν, οὕτως οὐδὲ περὶ τῶν πραγμάτων ἐκείνων, ἐν οἷς οὐχ ὑποπίπτουσιν ἡμῖν ἀνωμαλίαι, διαβεβαιοῦσθαι προσήκει μὴ εἶναι διαφωνίαν ἐν αὐτοῖς, ἐνδεχομένου, καθάπερ ἔφην, τοῦ παρά τισιν ἔθνεσι τῶν ἡμῖν μὴ γινωσκομένων τὴν περὶ αὐτῶν εἶναι διαφωνίαν.

Ὁ τοίνυν σκεπτικὸς τὴν τοσαύτην ἀνωμαλίαν τῶν πραγμάτων ὁρῶν ἐπέχει μὲν περὶ τοῦ φύσει τι ἀγαθὸν ἢ κακὸν ἢ ὅλως πρακτέον εἶναι, κἀν τούτῳ τῆς δογματικῆς ἀφιστάμενος προπετείας, ἕπεται δὲ ἀδοξάστως τῇ βιωτικῇ τηρήσει, καὶ διὰ τοῦτο ἐν μὲν τοῖς δοξαστοῖς ἀπαθὴς μένει, ἐν δὲ τοῖς κατηναγκασμένοις μετριοπαθεῖ·

ὡς μὲν γὰρ ἄνθρωπος αἰσθητικὸς πάσχει, μὴ προσδοξάζων δέ, ὅτι τοῦτο ὃ πάσχει κακόν ἐστι φύσει, μετριοπαθεῖ. τὸ γὰρ προσδοξάζειν τι τοιοῦτο χεῖρόν ἐστι καὶ αὐτοῦ τοῦ πάσχειν, ὡς ἐνίοτε τοὺς μὲν τεμνομένους ἢ ἄλλο τι τοιοῦτο πάσχοντας φέρειν, τοὺς δὲ παρεστῶτας διὰ τὴν περὶ τοῦ γινομένου δόξαν ὡς φαύλου λειποψυχεῖν.

ὁ μέντοι γε ὑποθέμενος τὸ φύσει τι ἀγαθὸν ἢ κακὸν ἢ ὅλως πρακτέον ἢ μὴ πρακτέον εἶναι ταράσσεται ποικίλως. καὶ γὰρ παρόντων αὐτῷ τούτων ἃ νομίζει φύσει κακὰ εἶναι ποινηλατεῖσθαι δοκεῖ, καὶ τῶν φαινομένων ἀγαθῶν αὐτῷ γινόμενος ἐγκρατὴς ὑπό τε τοῦ τύφου καὶ τοῦ περὶ τὴν ἀποβολὴν αὐτῶν φόβου, [καὶ] εὐλαβούμενος μὴ πάλιν ἐν τοῖς φύσει κακοῖς νομιζομένοις παρ’ αὐτῷ γένηται, ταραχαῖς οὐχὶ ταῖς τυχούσαις περιπίπτει·

τοὺς γὰρ ἀναπόβλητα εἶναι τὰ ἀγαθὰ λέγοντας ἐφέξομεν ἐκ τῆς ἀπορίας τῆς κατὰ τὴν διαφωνίαν. ὅθεν ἐπιλογιζόμεθα, ὅτι εἰ τὸ κακοῦ ποιητικὸν κακόν ἐστι καὶ φευκτόν, ἡ δὲ πεποίθησις τοῦ τάδε μὲν εἶναι φύσει ἀγαθά, τάδε δὲ κακὰ ταραχὰς ποιεῖ, κακόν ἐστι καὶ φευκτὸν τὸ ὑποτίθεσθαι καὶ πεποιθέναι φαῦλόν τι ἢ ἀγαθὸν ὡς πρὸς τὴν φύσιν εἶναι.

Ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκεῖ λελέχθαι περὶ ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων·