Livro 3, § 10 — Esboços pirrônicos

Φασὶ τοίνυν οἱ δοκοῦντες ἐντελέστερον περὶ κινήσεως διειληφέναι ἓξ εἴδη ταύτης ὑπάρχειν, τοπικὴν μετάβασιν, φυσικὴν μεταβολήν, αὔξησιν, μείωσιν, γένεσιν, φθοράν. ἡμεῖς οὖν ἑκάστῳ τῶν προειρημένων εἰδῶν τῆς κινήσεως κατ’ ἰδίαν ἐπιστήσομεν, ἀπὸ τῆς τοπικῆς μεταβάσεως ἀρξάμενοι. ἔστιν οὖν αὕτη κατὰ τοὺς δογματικοὺς καθ’ ἣν τόπον ἐκ τόπου μετέρχεται τὸ κινούμενον ἤτοι καθ’ ὁλότητα ἢ κατὰ μέρος, <καθ’> ὅλον μὲν ἐπὶ τῶν περιπατούντων, κατὰ μέρος δὲ ὡς ἐπὶ τῆς περὶ κέντρῳ κινουμένης σφαίρας· ὅλης γὰρ αὐτῆς μενούσης ἐν τῷ αὐτῷ τόπῳ τὰ μέρη τοὺς τόπους ἀμείβει.

τρεῖς δέ, οἶμαι, γεγόνασιν αἱ ἀνωτάτω περὶ κινήσεως στάσεις. ὁ μὲν γὰρ βίος καί τινες τῶν φιλοσόφων εἶναι κίνησιν ὑπολαμβάνουσιν, μὴ εἶναι δὲ Παρμενίδης τε καὶ Μέλισσος καὶ ἄλλοι τινές, μὴ μᾶλλον δὲ εἶναι ἢ μὴ εἶναι ἔφασαν οἱ σκεπτικοί· ὅσον μὲν γὰρ ἐπὶ τοῖς φαινομένοις δοκεῖν εἶναι κίνησιν, ὅσον δὲ ἐπὶ τῷ φιλοσόφῳ λόγῳ μὴ ὑπάρχειν. ἡμεῖς οὖν ἐκθέμενοι τὴν ἀντίρρησιν τῶν τε εἶναι κίνησιν ὑπολαμβανόντων καὶ τῶν μηδὲν εἶναι κίνησιν ἀποφαινομένων, ἐὰν τὴν διαφωνίαν εὑρίσκωμεν ἰσοσθενῆ, μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναι κίνησιν λέγειν ἀναγκασθησόμεθα ὅσον ἐπὶ τοῖς λεγομένοις.

ἀρξώμεθα δὲ ἀπὸ τῶν ὑπάρχειν αὐτὴν λεγόντων.

Οὗτοι δὴ τῇ ἐναργείᾳ μάλιστα ἐπερείδονται· εἰ γὰρ μὴ ἔστι, φασί, κίνησις, πῶς μὲν ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς ὁ ἥλιος φέρεται, πῶς δὲ τὰς τοῦ ἔτους ὥρας ποιεῖ, παρὰ τοὺς πρὸς ἡμᾶς συνεγγισμοὺς αὐτοῦ καὶ τὰς ἀφ’ ἡμῶν ἀποστάσεις γιγνομένας; ἢ πῶς νῆες ἀπὸ λιμένων ἀναχθεῖσαι καταίρουσιν ἐπὶ λιμένας ἄλλους πάμπολυ τῶν προτέρων ἀφεστῶτας; τίνα δὲ τρόπον ὁ τὴν κίνησιν ἀναιρῶν πρόεισι τῆς οἰκίας καὶ αὖθις ἀναστρέφει; ταῦτα δὴ τελέως ἀναντίρρητα εἶναι. διὸ καὶ τῶν κυνικῶν τις ἐρωτηθεὶς <τὸν> κατὰ τῆς κινήσεως λόγον οὐδὲν ἀπεκρίνατο, ἀνέστη δὲ καὶ ἐβάδισεν, ἔργῳ καὶ διὰ τῆς ἐναργείας παριστάς, ὅτι ὑπαρκτή ἐστιν ἡ κίνησις.

Οὗτοι μὲν οὖν οὕτω δυσωπεῖν ἐπιχειροῦσι τοὺς τῆς ἐναντίας αὐτοῖς στάσεως ὄντας·

οἱ δὲ τὴν ὕπαρξιν τῆς κινήσεως ἀναιροῦντες λόγοις ἐπιχειροῦσι τοιούτοις. εἰ κινεῖταί τι, ἤτοι ὑφ’ ἑαυτοῦ κινεῖται ἢ ὑφ’ ἑτέρου. ἀλλ’ εἰ μὲν ὑφ’ ἑτέρου,<.........>. τὸ γὰρ λεγόμενον ὑφ’ ἑτέρου κινεῖσθαι ἤτοι ἀναιτίως κινηθήσεται ἢ κατά τινα αἰτίαν. ἀναιτίως μὲν οὐδέν φασι γίνεσθαι· εἰ δὲ κατά τινα αἰτίαν κινεῖται, ἡ αἰτία, καθ’ ἣν κινεῖται, κινητικὴ αὐτοῦ γενήσεται, ὅθεν εἰς ἄπειρον ἐκπίπτει κατὰ τὴν μικρῷ πρόσθεν εἰρημένην ἐπιβολήν.

ἄλλως τε καὶ εἰ τὸ κινοῦν ἐνεργεῖ, τὸ δὲ ἐνεργοῦν κινεῖται, κἀκεῖνο δεήσεται κινοῦντος ἑτέρου, καὶ τὸ δεύτερον τρίτου, καὶ μέχρις ἀπείρου, ὡς ἄναρχον γίνεσθαι τὴν κίνησιν· ὅπερ ἄτοπον. οὐκ ἄρα πᾶν τὸ κινούμενον ὑφ’ ἑτέρου κινεῖται. ἀλλ’ οὐδὲ ὑφ’ ἑαυτοῦ. ἐπεὶ <γὰρ> πᾶν τὸ κινοῦν ἤτοι προωθοῦν κινεῖ ἢ ἐπισπώμενον ἢ ἀνωθοῦν ἢ ἐνθλῖβον, δεήσει τὸ ἑαυτὸ κινοῦν κατά τινα τῶν προειρημένων τρόπων ἑαυτὸ κινεῖν.

ἀλλ’ εἰ μὲν προωστικῶς ἑαυτὸ κινεῖ, ἔσται ἐξόπισθεν ἑαυτοῦ, εἰ δὲ ἐπισπαστικῶς, ἔμπροσθεν, εἰ δὲ ἀνωστικῶς, ὑποκάτω, εἰ δὲ ἐνθλιπτικῶς, ἐπάνω. ἀδύνατον δὲ αὐτό τι ἑαυτοῦ ἐπάνω εἶναι ἢ ἔμπροσθεν ἢ ὑποκάτω ἢ ὀπίσω· ἀδύνατον ἄρα ὑφ’ ἑαυτοῦ τι κινεῖσθαι. εἰ δὲ μήτε ὑφ’ ἑαυτοῦ τι κινεῖται μήτε ὑφ’ ἑτέρου, οὐδὲ κινεῖταί τι.

εἰ δέ τις ἐπὶ τὴν ὁρμὴν καὶ τὴν προαίρεσιν καταφεύγοι, ὑπομνηστέον αὐτὸν τῆς περὶ τοῦ ἐφ’ ἡμῖν διαφωνίας, καὶ ὅτι ἀνεπίκριτος αὕτη καθέστηκεν, κριτήριον ἡμῶν τῆς ἀληθείας ἄχρι νῦν οὐχ εὑρηκότων.

Ἔτι κἀκεῖνο λεκτέον. εἰ κινεῖταί τι, ἤτοι ἐν ᾧ ἔστι τόπῳ κινεῖται ἢ ἐν ᾧ οὐκ ἔστιν. οὔτε δὲ ἐν ᾧ ἔστιν· μένει γὰρ ἐν αὐτῷ, εἴπερ ἐν αὐτῷ ἔστιν· οὔτε ἐν ᾧ μὴ ἔστιν· ὅπου γάρ τι μὴ ἔστιν, ἐκεῖ οὐδὲ δρᾶσαί τι οὐδὲ παθεῖν δύναται. οὐκ ἄρα κινεῖταί τι. οὗτος δὲ ὁ λόγος ἔστι μὴν Διοδώρου τοῦ Κρόνου, πολλῶν δὲ ἀντιρρήσεων τετύχηκεν, ὧν τὰς πληκτικωτέρας διὰ τὸν τρόπον τῆς συγγραφῆς ἐκθησόμεθα μετὰ τῆς φαινομένης ἡμῖν ἐπικρίσεως.

φασὶν οὖν τινες, ὅτι δύναταί τι ἐν ᾧ ἔστι τόπῳ κινεῖσθαι· τὰς γοῦν περὶ τοῖς κέντροις περιδινουμένας σφαίρας ἐν τῷ αὐτῷ μενούσας τόπῳ κινεῖσθαι. πρὸς οὓς μεταφέρειν χρὴ τὸν λόγον ἐφ’ ἕκαστον τῶν μερῶν τῆς σφαίρας, καὶ ὑπομιμνῄσκοντας, ὅτι ὅσον ἐπὶ τῷ λόγῳ μηδὲ κατὰ μέρη κινεῖται, συνάγειν ὅτι μηδὲ ἐν ᾧ ἔστι τόπῳ κινεῖταί τι.

τὸ δὲ αὐτὸ ποιήσομεν καὶ πρὸς τοὺς λέγοντας, ὅτι τὸ κινούμενον δυεῖν ἔχεται τόπων, τοῦ τε ἐν ᾧ ἔστι καὶ τοῦ εἰς ὃν φέρεται. πευσόμεθα γὰρ αὐτῶν, πότε φέρεται τὸ κινούμενον ἀπὸ τοῦ ἐν ᾧ ἔστι τόπου εἰς τὸν ἕτερον, ἆρα ὅτε ἐν τῷ πρώτῳ τόπῳ ἔστιν ἢ ὅτε ἐν τῷ δευτέρῳ. ἀλλ’ ὅτε μὲν ἐν τῷ πρώτῳ τόπῳ ἔστιν, οὐ μετέρχεται εἰς τὸν δεύτερον· ἔτι γὰρ ἐν τῷ πρώτῳ ἔστιν· ὅτε δὲ οὐκ ἔστιν ἐν τούτῳ, οὐ μετέρχεται ἀπ’ αὐτοῦ.

πρὸς τῷ καὶ συναρπάζεσθαι τὸ ζητούμενον· ἐν ᾧ γὰρ μὴ ἔστιν, οὐδὲ ἐνεργεῖν ἐν αὐτῷ δύναται· οὐ γὰρ δήπου φέρεσθαι εἴς τινα τόπον συγχωρήσει τις ἐκεῖνο ἁπλῶς ὃ μὴ δίδωσι κινεῖσθαι.

τινὲς μέντοι κἀκεῖνο φασίν· τόπος λέγεται διχῶς, ὁ μὲν ἐν πλάτει, οἷον ὡς ἐμοῦ ἡ οἰκία, ὁ δὲ πρὸς ἀκρίβειαν, ὡς λόγου χάριν ὁ περιτετυπωκώς μου τὴν ἐπιφάνειαν τοῦ σώματος ἀήρ. λέγεται οὖν ἐν τόπῳ κινεῖσθαι τὸ κινούμενον οὐκ ἐν τῷ πρὸς ἀκρίβειαν ἀλλ’ ἐν τῷ κατὰ πλάτος. πρὸς οὓς ἔνεστιν ὑποδιαιροῦντας τὸν ἐν πλάτει τόπον λέγειν, ὅτι τούτου ἐν ᾧ μὲν ἔστι κυρίως τὸ κινεῖσθαι λεγόμενον σῶμα, ὡς ἐν τῷ πρὸς ἀκρίβειαν αὐτοῦ τόπῳ, ἐν ᾧ δὲ οὐκ ἔστιν, ὡς ἐν τοῖς λοιποῖς μέρεσι τοῦ κατὰ πλάτος τόπου· εἶτα συνάγοντας, ὅτι μήτε ἐν ᾧ ἔστι τόπῳ κινεῖσθαί τι δύναται μήτε ἐν ᾧ μὴ ἔστιν, ἐπιλογίζεσθαι, ὅτι μηδὲ ἐν τῷ κατὰ πλάτος καταχρηστικῶς λεγομένῳ τόπῳ κινεῖσθαί τι δύναται· συστατικὰ γάρ ἐστιν αὐτοῦ τό τε ἐν ᾧ ἔστι πρὸς ἀκρίβειαν καὶ ἐν ᾧ πρὸς ἀκρίβειαν οὐκ ἔστιν, ὧν ἐν οὐθετέρῳ κινεῖσθαί τι δύνασθαι δέδεικται.

Ἐρωτητέον δὲ κἀκεῖνον τὸν λόγον. εἰ κινεῖταί τι, ἤτοι κατὰ τὸ πρότερον <πρότερον> κινεῖται ἢ κατὰ μεριστὸν διάστημα· οὔτε δὲ κατὰ τὸ πρότερον πρότερον δύναταί τι κινεῖσθαι, οὔτε κατὰ τὸ ἄθρουν μεριστὸν διάστημα, ὡς δείξομεν· οὐδὲ κινεῖταί τι ἄρα. ὅτι μὲν οὖν κατὰ τὸ πρότερον πρότερον οὐκ ἐνδέχεταί τι κινεῖσθαι, αὐτόθεν δῆλον. εἰ μὲν γὰρ εἰς ἄπειρον τέμνονται τὰ σώματα καὶ οἱ τόποι καὶ οἱ χρόνοι οἷς κινεῖσθαι λέγεται τὰ σώματα, οὐ γενήσεται κίνησις, ἀδυνάτου ὄντος τοῦ πρῶτόν τι ἐν ἀπείροις εὑρεθῆναι, ἀφ’ οὗ πρώτου κινήσεται τὸ κινεῖσθαι λεγόμενον.

εἰ δὲ εἰς ἀμερὲς καταλήγει τὰ προειρημένα, καὶ ἕκαστον τῶν κινουμένων ὁμοίως τὸ πρῶτον ἀμερὲς τοῦ τόπου τῷ πρώτῳ ἑαυτοῦ ἀμερεῖ μετέρχεται χρόνῳ, πάντα τὰ κινούμενα ἔστιν ἰσοταχῆ, οἷον ὁ ταχύτατος ἵππος καὶ ἡ χελώνη· ὅπερ τοῦ προτέρου ἐστὶν ἀτοπώτερον. οὐκ ἄρα κατὰ τὸ πρότερον πρότερον γίνεται ἡ κίνησις. ἀλλ’ οὐδὲ κατὰ τὸ ἄθρουν μεριστὸν διάστημα.

εἰ γὰρ ἀπὸ τῶν φαινομένων, ὥς φασιν, μαρτυρεῖσθαι τὰ ἄδηλα χρή, ἐπεί, ἵνα τις ἀνύσῃ σταδιαῖον διάστημα, δεῖ πρότερον αὐτὸν ἀνύσαι τὸ πρῶτον τοῦ σταδίου μέρος καὶ τὸ δεύτερον δεύτερον καὶ τὰ ἄλλα ὁμοίως, οὕτω καὶ πᾶν τὸ κινούμενον κατὰ τὸ πρότερον πρότερον κινεῖσθαι προσήκει, ἐπεί τοί γε εἰ ἀθρόως διιέναι τὸ κινούμενον λέγοιτο πάντα τὰ μέρη τοῦ τόπου ἐν ᾧ κινεῖσθαι λέγεται, ἐν πᾶσιν ἅμα ἔσται τοῖς μέρεσιν αὐτοῦ, καὶ εἰ τὸ μὲν ψυχρὸν εἴη μέρος, τὸ δὲ θερμὸν τοῦ δι’ οὗ ποιεῖται τὴν κίνησιν, ἢ τὸ μέν, εἰ τύχοι, μέλαν, τὸ δὲ λευκὸν ὥστε καὶ χρώζειν τὰ ἐντυγχάνοντα δύνασθαι, τὸ κινούμενον ἔσται θερμόν τε ἅμα καὶ ψυχρὸν καὶ μέλαν καὶ λευκόν· ὅπερ ἄτοπον.

εἶτα καὶ πόσον ἀθρόως διέξεισι τόπον τὸ κινούμενον, εἰπάτωσαν. εἰ μὲν γὰρ ἀόριστον τοῦτον εἶναι φήσουσιν, προσδέξονταί τι κινεῖσθαι διὰ πάσης τῆς γῆς ἀθρόως· εἰ δὲ τοῦτο φεύγουσιν, ὁρισάτωσαν ἡμῖν τὸ μέγεθος τοῦ τόπου. τὸ μὲν γὰρ πρὸς ἀκρίβειαν ἐπιχειρεῖν ὁρίζειν τὸν τόπον, οὗ πλέον διάστημα οὐδὲ κατὰ τὸ ἀκαριαῖον δυνήσεται διελθεῖν τὸ κινούμενον ἀθρόως, πρὸς τῷ ἀποκληρωτικὸν καὶ προπετὲς ἢ καὶ γελοῖον ἴσως εἶναι, εἰς τὴν ἀρχῆθεν ἀπορίαν ἐμπίπτει· πάντα γὰρ ἔσται ἰσοταχῆ, εἴγε ἕκαστον αὐτῶν ὁμοίως κατὰ περιωρισμένους τόπους τὰς μεταβάσεις τῶν κινήσεων ποιεῖται.

εἰ δὲ φήσουσιν, ὅτι μικρὸν μέν, οὐ πρὸς ἀκρίβειαν δὲ περιωρισμένον τόπον ἀθρόως κινεῖται τὸ κινούμενον, ἐνέσται ἡμῖν κατὰ τὴν σωριτικὴν ἀπορίαν ἀεὶ τῷ ὑποτεθέντι μεγέθει ἀκαριαῖον προστιθέναι μέγεθος τόπου. εἰ μὲν γὰρ στήσονταί που τοιαύτην ποιουμένων ἡμῶν συνερώτησιν, πάλιν εἰς τὸν ἀκριβῆ περιορισμὸν καὶ τὴν τερατείαν ἐκείνην ἐμπεσοῦνται· εἰ δὲ προσήσονται τὴν παραύξησιν, ἀναγκάσομεν αὐτοὺς συγχωρεῖν ἀθρόως τι δύνασθαι κινηθῆναι διὰ τοῦ μεγέθους τῆς γῆς ἁπάσης. ὥστε οὐδὲ <κατὰ> ἄθρουν μεριστὸν διάστημα κινεῖται τὰ κινεῖσθαι λεγόμενα.

εἰ δὲ μήτε κατὰ ἄθρουν μεριστὸν τόπον μήτε κατὰ τὸ πρότερον <πρότερον> κινεῖταί τι, οὐδὲ κινεῖταί τι.

Ταῦτα μὲν οὖν καὶ ἔτι πλείω τούτων φασὶν οἱ τὴν μεταβατικὴν κίνησιν ἀναιροῦντες. ἡμεῖς δὲ μήτε τοὺς λόγους τούτους μήτε τὸ φαινόμενον, ᾧ κατακολουθοῦντες εἰσάγουσι τὴν ὑπόστασιν τῆς κινήσεως, δυνάμενοι διατρέπειν, ὅσον ἐπὶ τῇ ἀντιθέσει τῶν τε φαινομένων καὶ τῶν λόγων, ἐπέχομεν περὶ τοῦ πότερον ἔστι κίνησις ἢ οὐκ ἔστιν.