Livro 2, § 3 — Esboços pirrônicos

ἐκεῖνο προειπόντες, ὅτι κριτήριον μὲν λέγεται τό τε ᾧ κρίνεσθαί φασιν ὕπαρξιν καὶ ἀνυπαρξίαν καὶ τὸ ᾧ προσέχοντες βιοῦμεν, πρόκειται δὲ ἡμῖν νῦν περὶ τοῦ κριτηρίου τῆς ἀληθείας εἶναι λεγομένου διαλαβεῖν· περὶ γὰρ τοῦ κατὰ τὸ ἕτερον σημαινόμενον ἐν τῷ περὶ τῆς σκέψεως λόγῳ διεξήλθομεν.

Τὸ κριτήριον τοίνυν περὶ οὗ ὁ λόγος ἐστὶν λέγεται τριχῶς, κοινῶς ἰδίως ἰδιαίτατα, κοινῶς μὲν πᾶν μέτρον καταλήψεως, καθ’ ὃ σημαινόμενον καὶ τὰ φυσικὰ οὕτω προσαγορεύεται κριτήρια, ὡς ὅρασις· ἰδίως δὲ πᾶν μέτρον καταλήψεως τεχνικὸν ὡς κανὼν καὶ διαβήτης· ἰδιαίτατα δὲ πᾶν μέτρον καταλήψεως ἀδήλου πράγματος, καθ’ ὃ τὰ μὲν βιωτικὰ οὐ λέγεται κριτήρια, μόνα δὲ τὰ λογικὰ καὶ ἅπερ οἱ δογματικοὶ φέρουσι πρὸς τὴν τῆς ἀληθείας κρίσιν.

φαμὲν οὖν προηγουμένως περὶ τοῦ λογικοῦ κριτηρίου διεξιέναι. ἀλλὰ καὶ τὸ λογικὸν κριτήριον λέγοιτ’ ἂν τριχῶς, τὸ ὑφ’ οὗ καὶ τὸ δι’ οὗ καὶ τὸ καθ’ ὅ, οἷον ὑφ’ οὗ μὲν ἄνθρωπος, δι’ οὗ δὲ ἤτοι αἴσθησις ἢ διάνοια, καθ’ ὃ δὲ ἡ προσβολὴ τῆς φαντασίας, καθ’ ἣν ὁ ἄνθρωπος ἐπιβάλλει κρίνειν διά τινος τῶν προειρημένων.

Ταῦτα μὲν οὖν ἁρμόζον ἦν ’ἴσως προειπεῖν, ἵνα ἐννοήσωμεν, περὶ οὗ ἡμῖν ἐστιν ὁ λόγος· λοιπὸν δὲ ἐπὶ τὴν ἀντίρρησιν χωρῶμεν τὴν πρὸς τοὺς λέγοντας προπετῶς κατειληφέναι τὸ κριτήριον τῆς ἀληθείας, ἀπὸ τῆς διαφωνίας ἀρξάμενοι.