Livro 1, § 4 — Esboços pirrônicos

Ἔστι δὲ ἡ σκεπτικὴ δύναμις ἀντιθετικὴ φαινομένων τε καὶ νοουμένων καθ’ οἱονδήποτε τρόπον, ἀφ’ ἧς ἐρχόμεθα διὰ τὴν ἐν τοῖς ἀντικειμένοις πράγμασι καὶ λόγοις ἰσοσθένειαν τὸ μὲν πρῶτον εἰς ἐποχήν, τὸ δὲ μετὰ τοῦτο εἰς ἀταραξίαν.

‘δύναμιν’ μὲν οὖν αὐτὴν καλοῦμεν οὐ κατὰ τὸ περίεργον ἀλλ’ ἁπλῶς κατὰ τὸ δύνασθαι· ‘φαινόμενα’ δὲ λαμβάνομεν νῦν τὰ αἰσθητά, διόπερ ἀντιδιαστέλλομεν αὐτοῖς τὰ νοητά. τὸ δὲ ‘καθ’ οἱονδήποτε τρόπον’ δύναται προσαρμόζεσθαι καὶ τῇ δυνάμει, ἵνα ἁπλῶς τὸ τῆς δυνάμεως ὄνομα, ὡς εἰρήκαμεν, παραλαμβάνωμεν, καὶ τῷ ‘ἀντιθετικὴ φαινομένων τε καὶ νοουμένων’· ἐπεὶ γὰρ ποικίλως ἀντιτίθεμεν ταῦτα, ἢ φαινόμενα φαινομένοις ἢ νοούμενα νοουμένοις ἢ ἐναλλὰξ ἀντιτιθέντες, ἵνα πᾶσαι αἱ ἀντιθέσεις ἐμπεριέχωνται, λέγομεν ‘καθ’ οἱονδήποτε τρόπον’. ἢ ‘καθ’ οἱονδήποτε τρόπον φαινομένων τε καὶ νοουμένων’, ἵνα μὴ ζητῶμεν πῶς φαίνεται τὰ φαινόμενα ἢ πῶς νοεῖται τὰ νοούμενα, ἀλλ’ ἁπλῶς ταῦτα λαμβάνωμεν.

‘ἀντικειμένους’ δὲ λόγους παραλαμβάνομεν οὐχὶ πάντως ἀπόφασιν καὶ κατάφασιν, ἀλλ’ ἁπλῶς ἀντὶ τοῦ μαχομένους. ‘ἰσοσθένειαν δὲ λέγομεν τὴν κατὰ πίστιν καὶ ἀπιστίαν ἰσότητα, ὡς μηδένα μηδενὸς προκεῖσθαι τῶν μαχομένων λόγων ὡς πιστότερον. ‘ἐποχὴ δέ ἐστι στάσις διανοίας δι’ ἣν οὔτε αἴρομέν τι οὔτε τίθεμεν. ‘ἀταραξία δέ ἐστι ψυχῆς ἀοχλησία καὶ γαληνότης. πῶς δὲ τῇ ἐποχῇ συνεισέρχεται ἡ ἀταραξία, ἐν τοῖς περὶ τέλους ὑπομνήσομεν.