Livro 1, § 27 — Novo Testamento

Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι. Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπαν· Τί πρὸς ἡμᾶς; σὺ ὄψῃ. καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο. οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν· συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις. διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον. τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος. Ὁ δὲ Ἰησοῦς ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ἔφη· Σὺ λέγεις. καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν; καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν. Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον. εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Ἰησοῦν Βαραββᾶν. συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, Ἰησοῦν τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν; ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν. Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν· Τὸν Βαραββᾶν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; λέγουσιν πάντες· Σταυρωθήτω. ὁ δὲ ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω. ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου· ὑμεῖς ὄψεσθε. καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ. Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν. καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιξαν αὐτῷ λέγοντες· Χαῖρε, βασιλεῦ τῶν Ἰουδαίων, καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν Κρανίου Τόπος λεγόμενος, ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν. σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον, καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ’ αὐτόν. πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός. τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες σὺν αὐτῷ ὠνείδιζον αὐτόν. Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἠλὶ ἠλὶ λεμὰ σαβαχθάνι; τοῦτ’ ἔστιν· Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες; τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. οἱ δὲ λοιποὶ ἔλεγον· Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπ’ ἄνωθεν ἕως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν, καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος. Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου. Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθητεύθη τῷ Ἰησοῦ· οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι. καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ, καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. ἦν δὲ ἐκεῖ Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου. Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι· κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. ἔφη αὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.

Proias de genomenes symboulion elabon pantes ohi archiereis kai ohi presbyteroi tou laou kata tou Iesou hoste thanatosai auton; kai desantes auton apegagon kai paredokan Pilato to hegemoni. Tote idon Ioudas ho paradidous auton hoti katekrithe metameletheis estrepsen ta triakonta argyria tois archiereusin kai presbyterois legon; Hemarton paradous ahima athoon. ohi de eipan; Ti pros hemas? sy opse. kai rhipsas ta argyria eis ton naon anechoresen, kai apelthon apenxato. ohi de archiereis labontes ta argyria eipan; Ouk exestin balein auta eis ton korbanan, epei time ahimatos estin; symboulion de labontes egorasan ex auton ton Agron tou Kerameos eis taphen tois xenois. dio eklethe ho agros ekeinos Agros Ahimatos heos tes semeron. tote eplerothe to rhethen dia Ieremiou tou prophetou legontos; Kai elabon ta triakonta argyria, ten timen tou tetimemenou hon etimesanto apo yhion Israel, kai edokan auta eis ton agron tou kerameos, katha synetaxen moi kyrios. Ho de Iesous estathe emprosthen tou hegemonos; kai eperotesen auton ho hegemon legon; Sy ei ho basileus ton Ioudaion? ho de Iesous ephe; Sy legeis. kai en to kategoreisthai auton hypo ton archiereon kai presbyteron ouden apekrinato. tote legei auto ho Pilatos; Ouk akoueis posa sou katamartyrousin? kai ouk apekrithe auto pros oude hen rhema, hoste thaumazein ton hegemona lian. Kata de heorten eiothei ho hegemon apolyein hena to ochlo desmion hon ethelon. eichon de tote desmion episemon legomenon Iesoun Barabban. synegmenon oun auton eipen autois ho Pilatos; Tina thelete apolyso hymin, Iesoun ton Barabban e Iesoun ton legomenon christon? edei gar hoti dia phthonon paredokan auton. Kathemenou de autou epi tou bematos apesteilen pros auton he gyne autou legousa; Meden soi kai to dikaio ekeino, polla gar epathon semeron kat’ onar di’ auton. Ohi de archiereis kai ohi presbyteroi epeisan tous ochlous hina aitesontai ton Barabban ton de Iesoun apolesosin. apokritheis de ho hegemon eipen autois; Tina thelete apo ton dyo apolyso hymin? ohi de eipan; Ton Barabban. legei autois ho Pilatos; Ti oun poieso Iesoun ton legomenon christon? legousin pantes; Staurotheto. ho de ephe; Ti gar kakon epoiesen? ohi de perissos ekrazon legontes; Staurotheto. idon de ho Pilatos hoti ouden ophelei alla mallon thorybos ginetai labon hydor apenipsato tas cheiras apenanti tou ochlou legon; Athoos eimi apo tou ahimatos toutou; hymeis opsesthe. kai apokritheis pas ho laos eipen; To ahima autou eph’ hemas kai epi ta tekna hemon. tote apelysen autois ton Barabban, ton de Iesoun phragellosas paredoken hina staurothe. Tote ohi stratiotai tou hegemonos paralabontes ton Iesoun eis to praitorion synegagon ep’ auton holen ten speiran. kai ekdysantes auton chlamyda kokkinen periethekan auto, kai plexantes stephanon ex akanthon epethekan epi tes kephales autou kai kalamon en te dexia autou, kai gonypetesantes emprosthen autou enepaixan auto legontes; Chaire, basileu ton Ioudaion, kai emptysantes eis auton elabon ton kalamon kai etypton eis ten kephalen autou. kai hote enepaixan auto, exedysan auton ten chlamyda kai enedysan auton ta himatia autou kai apegagon auton eis to staurosai. Exerchomenoi de heuron anthropon Kyrenaion onomati Simona; touton engareusan hina are ton stauron autou. Kai elthontes eis topon legomenon Golgotha, ho estin Kraniou Topos legomenos, edokan auto piein oinon meta choles memigmenon; kai geusamenos ouk ethelesen piein. staurosantes de auton diemerisanto ta himatia autou ballontes kleron, kai kathemenoi eteroun auton ekei. kai epethekan epano tes kephales autou ten aitian autou gegrammenen; Houtos estin Iesous ho basileus ton Ioudaion. Tote staurountai syn auto dyo lestai, ehis ek dexion kai ehis ex euonymon. ohi de paraporeuomenoi eblasphemoun auton kinountes tas kephalas auton kai legontes; Ho katalyon ton naon kai en trisin hemerais oikodomon, soson seauton; ei yhios ei tou theou, katabethi apo tou staurou. homoios kai ohi archiereis empaizontes meta ton grammateon kai presbyteron elegon; Allous esosen, heauton ou dynatai sosai; basileus Israel estin, katabato nyn apo tou staurou kai pisteusomen ep’ auton. pepoithen epi ton theon, rhysastho nyn ei thelei auton; eipen gar hoti Theou eimi yhios. to d’ auto kai ohi lestai ohi systaurothentes syn auto oneidizon auton. Apo de hektes horas skotos egeneto epi pasan ten gen heos horas enates. peri de ten enaten horan aneboesen ho Iesous phone megale legon; Eli eli lema sabachthani? tout’ estin; Thee mou thee mou, hinati me enkatelipes? tines de ton ekei hestekoton akousantes elegon hoti Elian phonei houtos. kai eutheos dramon ehis ex auton kai labon spongon plesas te oxous kai peritheis kalamo epotizen auton. ohi de loipoi elegon; Aphes idomen ei erchetai Elias soson auton. ho de Iesous palin kraxas phone megale apheken to pneuma. kai idou to katapetasma tou naou eschisthe ap’ anothen heos kato eis dyo, kai he ge eseisthe, kai ahi petrai eschisthesan, kai ta mnemeia aneochthesan kai polla somata ton kekoimemenon hagion egerthesan, kai exelthontes ek ton mnemeion meta ten egersin autou eiselthon eis ten hagian polin kai enephanisthesan pollois. Ho de hekatontarchos kai ohi met’ autou terountes ton Iesoun idontes ton seismon kai ta genomena ephobethesan sphodra legontes; Alethos theou yhios en houtos. Esan de ekei gynaikes pollai apo makrothen theorousai, ahitines ekolouthesan to Iesou apo tes Galilaias diakonousai auto; en ahis en Maria he Magdalene kai Maria he tou Iakobou kai Ioseph meter kai he meter ton yhion Zebedaiou. Opsias de genomenes elthen anthropos plousios apo Harimathaias, tounoma Ioseph, hos kai autos ematheteuthe to Iesou; houtos proselthon to Pilato etesato to soma tou Iesou. tote ho Pilatos ekeleusen apodothenai. kai labon to soma ho Ioseph enetylixen auto sindoni kathara, kai etheken auto en to kaino autou mnemeio ho elatomesen en te petra, kai proskylisas lithon megan te thyra tou mnemeiou apelthen. en de ekei Mariam he Magdalene kai he alle Maria kathemenai apenanti tou taphou. Te de epaurion, hetis estin meta ten paraskeuen, synechthesan ohi archiereis kai ohi Pharisaioi pros Pilaton legontes; Kyrie, emnesthemen hoti ekeinos ho planos eipen eti zon; Meta treis hemeras egeiromai; keleuson oun asphalisthenai ton taphon heos tes trites hemeras, mepote elthontes ohi mathetai autou klepsosin auton kai eiposin to lao; Egerthe apo ton nekron, kai estai he eschate plane cheiron tes protes. ephe autois ho Pilatos; Echete koustodian; hypagete asphalisasthe hos oidate. ohi de poreuthentes esphalisanto ton taphon sphragisantes ton lithon meta tes koustodias.