§ 19 — Epigrammi

ὁ μουσοποιὸς ἐνθάδ’ Ἱππῶναξ κεῖται. εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ· εἰ δ’ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν, θαρσέων καθίζευ, κἢν θέλῃς ἀπόβριξον.