§ 13 — Epigrammi

ἡ Κύπρις οὐ πάνδημος. ἱλάσκεο τὴν θεὸν εἰπὼν οὐρανίην, ἁγνῆς ἄνθεμα Χρυσογόνης οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον εἶχε ξυνόν. ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν ἐκ σέθεν ἀρχομένοις ὦ πότνια· κηδόμενοι γὰρ ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.