Εὐσθένεος τὸ μνῆμα· φυσιγνώμων ὁ σοφιστής, δεινὸς ἀπ’ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν. εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα· χὑμνοθέτης αὐτοῖς δαιμονίως φίλος ἦν. πάντων ὧν ἐπέοικεν ἔχειν τεθνεὼς ὁ σοφιστὴς καίπερ ἄκικυς ἐὼν εἶχ’ ἄρα κηδεμόνας.