§ 1 — Epigrammi

τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσι, ταὶ δὲ μελάμφυλλοι δάφναι τὶν Πύθιε Παιάν, δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισε. βωμὸν δ’ αἱμαξεῖ κεραὸς τράγος οὗτος ὁ μαλός, τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.