§ 28 — Idilli

Γλαύκας ὦ φιλέριθ’ ἀλακάτα δῶρον Ἀθανάας γύναιξιν, νόος οἰκωφελίας αἷσιν ἐπάβολος, θέρσεισ’ ἄμμιν ὑμάρτη πόλιν ἐς Νείλεος ἀγλάαν, ὅπᾳ Κύπριδος ἶρον καλάμω χλῶρον ὑπαπάλω. τυῖδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Δίος, ὅπως ξέννον ἔμον τέρψομ’ ἴδων κἀντιφιλήσομεν, Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον, καὶ σὲ τὰν ἐλέφαντος πολυμόχθω γεγενημέναν δῶρον Νικιάας εἰς ὀλόχω χέρρας ὀπάσσομεν, σὺν τᾷ πόλλα μὲν ἔργ’ ἐκτελέσεις ἀνδρεΐοις πέπλοις, πόλλα δ’ οἷα γύναικες φορέοισ’ ὐδάτινα βράκη. δὶς γὰρ μάτερες ἄρνων μαλάκοις ἐν βοτάνᾳ πόκοις πέξαιντ’ αὐτοένει, Θευγένιδός γ’ ἔνεκ’ ἐυσφύρω· οὕτως ἀνυσίεργος, φιλέει δ’ ὅσσα σαόφρονες. οὐ γὰρ εἰς ἀκίρας οὐδ’ ἐς ἀέργω κεν ἐβολλόμαν ὀπάσσαι σε δόμοις ἀμμετέρας ἔσσαν ἀπὺ χθόνος. καὶ γάρ τοι πάτρις, ἃν ὡξ Ἐφύρας κτίσσέ ποτ’ Ἀρχίας νάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν. νῦν μὰν οἶκον ἔχοισ’ ἄνερος, ὃς πόλλ’ ἐδάη σόφα ἀθρώποισι νόσοις φάρμακα λύγραις ἀπαλαλκέμεν, οἰκήσεις κατὰ Μίλλατον ἐράνναν πεδ’ Ἰαόνων, ὡς εὐαλάκατος Θεύγενις ἐν δαμότισιν πέλῃ, καί οἱ μνᾶστιν ἄει τῶ φιλαοίδω παρέχῃς ξένω. κῆνο γάρ τις ἔρει τὤπος ἴδων σ’· ἦ μεγάλα χάρις δώρῳ σὺν ὀλίγῳ· πάντα δὲ τίματα τὰ πὰρ φίλων.