Libro 2, § 20 — Schizzi pirroniani

Οὐκοῦν ὁ περὶ τῶν γενῶν καὶ τῶν εἰδῶν ὑπολείπεται λόγος, περὶ οὗ πλατύτερον μὲν ἐν ἄλλοις διαλεξόμεθα, ὡς ἐν συντόμῳ δὲ νῦν ταῦτα λέξομεν. εἰ μὲν ἐννοήματα εἶναι τὰ γένη καὶ τὰ εἴδη λέγουσιν, αἱ κατὰ τοῦ ἡγεμονικοῦ καὶ τῆς φαντασίας ἐπιχειρήσεις αὐτοὺς διατρέπουσιν· εἰ δὲ ἰδίαν ὑπόστασιν αὐτοῖς ἀπολείπουσιν, τί πρὸς τοῦτο ἐροῦσιν;

εἰ ἔστι τὰ γένη, ἤτοι τοσαῦτά ἐστιν ὅσα τὰ εἴδη, ἢ ἕν ἐστι κοινὸν πάντων τῶν εἰδῶν αὐτοῦ λεγομένων εἶναι [εἶδος ἤγουν] γένος. εἰ μὲν οὖν τοσαῦτά ἐστι τὰ γένη ὅσα τὰ εἴδη αὐτῶν, οὐκέτ’ ἂν εἴη κοινὸν γένος, ὃ εἰς αὐτὰ διαιρεθήσεται. εἰ δὲ ἓν εἶναι λέγοιτο ἐν πᾶσι τοῖς εἴδεσιν αὐτοῦ γένος, ἤτοι ὅλου αὐτοῦ ἕκαστον εἶδος αὐτοῦ μετέχει ἢ μέρους αὐτοῦ. ἀλλ’ ὅλου μὲν οὐδαμῶς· ἀμήχανον γάρ ἐστιν ἕν τι ὑπάρχον <ἐν> ἄλλῳ καὶ ἄλλῳ κατὰ ταὐτὸ περιέχεσθαι ὡς ὅλον ἐν ἑκάστῳ θεωρεῖσθαι τῶν ἐν οἷς εἶναι λέγεται. εἰ δὲ μέρους, πρῶτον μὲν οὐκ ἀκολουθήσει τῷ εἴδει τὸ γένος πᾶν, ὡς ὑπολαμβάνουσιν, οὐδὲ ὁ ἄνθρωπος ἔσται ζῷον ἀλλὰ μέρος ζῴου, οἷον οὐσία, οὔτε δὲ ἔμψυχος οὔτε αἰσθητική.

εἶτα μέντοι καὶ ἤτοι ταὐτοῦ λέγοιτο ἂν μετεσχηκέναι πάντα τὰ εἴδη μέρους τοῦ γένους αὐτῶν, ἢ ἑτέρου καὶ ἑτέρου. ἀλλὰ ταὐτοῦ μὲν οὐκ ἐνδέχεται διὰ τὰ προειρημένα. εἰ δὲ ἄλλου καὶ ἄλλου, οὔτε ὅμοια ἀλλήλοις ἔσται τὰ εἴδη κατὰ γένος, ὅπερ οὐ προσδέξονται, ἄπειρόν τε ἔσται γένος ἕκαστον εἰς ἄπειρα τεμνόμενον (οὐ μόνον τὰ εἴδη ἀλλὰ καὶ τὰ καθ’ ἕκαστον, ἐν οἷς καὶ αὐτοῖς μετὰ τῶν εἰδῶν αὐτοῦ θεωρεῖται· οὐ γὰρ μόνον ἄνθρωπος ἀλλὰ καὶ ζῷον ὁ Δίων εἶναι λέγεται). εἰ δὲ ταῦτα ἄτοπα, οὐδὲ κατὰ μέρος μετέσχηκε τὰ εἴδη τοῦ γένους αὐτῶν ἑνὸς ὄντος.

εἰ δὲ μήτε ὅλου μετέσχηκεν ἕκαστον εἶδος τοῦ γένους μήτε μέρους αὐτοῦ, πῶς ἂν λέγοιτο ‘ἓν εἶναι γένος ἐν πᾶσι τοῖς εἴδεσιν αὐτοῦ, ὥστε καὶ εἰς αὐτὰ διαιρεῖσθαι; τάχα οὐκ ἂν ἔχοι τις λέγειν μὴ οὐχὶ ἀναπλάσσων τινὰς εἰδωλοποιήσεις, αἳ ταῖς ἐκείνων αὐτῶν ἀνεπικρίτοις διαφωνίαις κατὰ τὰς σκεπτικὰς ἐφόδους περιτραπήσονται.

Πρὸς δὲ τούτοις κἀκεῖνο λεκτέον. τὰ εἴδη τοῖα ἢ τοῖά ἐστιν· τούτων τὰ γένη ἤτοι καὶ τοῖα καὶ τοῖα, ἢ τοῖα μὲν τοῖα δὲ οὐ, ἢ οὔτε τοῖα οὔτε τοῖα. οἷον ἐπεὶ τῶν τινῶν τὰ μέν ἐστι σώματα τὰ δὲ ἀσώματα, καὶ τὰ μὲν ἀληθῆ τὰ δὲ ψευδῆ, καὶ ἔνια μὲν λευκά, εἰ τύχοι, ἔνια δὲ μέλανα, καὶ ἔνια μὲν μέγιστα ἔνια δὲ σμικρότατα, καὶ τὰ ἄλλα ὁμοίως, τὸ τὶ λόγου ἕνεκεν, ὅ φασιν εἶναί τινες γενικώτατον, ἢ πάντα ἔσται ἢ τὰ ἕτερα ἢ οὐδέν.

ἀλλ’ εἰ μὲν οὐδέν ἐστιν ὅλως τὸ τὶ, οὐδὲ τὸ γένος, πέρας ἔχει ἡ ζήτησις. εἰ δὲ πάντα εἶναι ῥηθείη, πρὸς τῷ ἀδύνατον εἶναι τὸ λεγόμενον, καὶ τῶν εἰδῶν καὶ τῶν καθ’ ἕκαστον ἐν οἷς ἐστι δεήσει πάντα εἶναι. ὡς γάρ, ἐπεὶ τὸ ζῷον, ὡς φασίν, οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, ἕκαστον τῶν εἰδῶν αὐτοῦ καὶ οὐσία εἶναι λέγεται καὶ ἔμψυχος καὶ αἰσθητική, οὕτως εἰ τὸ γένος καὶ σῶμά ἐστι καὶ ἀσώματον καὶ ψευδὲς καὶ ἀληθὲς καὶ μέλαν, εἰ τύχοι, καὶ λευκὸν καὶ σμικρότατον καὶ μέγιστον καὶ τἆλλα πάντα, ἕκαστον τῶν εἰδῶν καὶ τῶν καθ’ ἕκαστον πάντα ἔσται· ὅπερ οὐ θεωρεῖται. ψεῦδος οὖν καὶ τοῦτο.

εἰ δὲ τὰ ἕτερα μόνα ἐστί, τούτων τὸ γένος τῶν λοιπῶν οὐκ ἔσται γένος, οἷον εἰ σῶμα τὸ τὶ, τῶν ἀσωμάτων, καὶ εἰ λογικὸν τὸ ζῷον, τῶν ἀλόγων, ὡς μήτε ἀσώματόν τι εἶναι ζῷον μήτε ἄλογον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὅπερ ἄτοπον. οὐκοῦν οὔτε καὶ τοῖον καὶ τοῖον τὸ γένος, οὔτε τοῖον μὲν τοῖον δὲ οὔ, οὔτε μὴν οὔτε τοῖον οὔτε τοῖον δύναται εἶναι [γένος]· εἰ δὲ τοῦτο, οὐδὲ ἔστιν ὅλως τὸ γένος. εἰ δὲ λέγοι τις ὅτι δυνάμει πάντα ἐστὶ τὸ γένος, λέξομεν, ὡς τὸ δυνάμει τι ὂν δεῖ τι καὶ ἐνεργείᾳ εἶναι, οἷον οὐ δύναταί τις γραμματικὸς εἶναι εἰ μὴ καὶ ἐνεργείᾳ. καὶ τὸ γένος οὖν εἰ δυνάμει πάντα ἐστίν, ἐρωτῶμεν αὐτοὺς τί ἐστιν ἐνεργείᾳ, καὶ οὕτω μένουσιν αἱ αὐταὶ ἀπορίαι. τἀναντία μὲν γὰρ πάντα ἐνεργείᾳ εἶναι οὐ δύναται.

ἀλλ’ οὐδὲ τὰ μὲν καὶ ἐνεργείᾳ τὰ δὲ δυνάμει μόνον, οἷον σῶμα μὲν ἐνεργείᾳ, δυνάμει δὲ ἀσώματον. δυνάμει γάρ ἐστιν ὃ οἷόν τέ ἐστιν ἐνεργείᾳ ὑποστῆναι, τὸ δὲ σῶμα ἐνεργείᾳ <ὂν> ἀδύνατόν ἐστιν ἀσώματον κατ’ ἐνέργειαν, ὥστε εἰ λόγου χάριν σῶμά <τι> ἔστιν οὔκ ἐστιν ἀσώματον δυνάμει, καὶ τὸ ἀνάπαλιν. οὐκοῦν οὐκ ἐνδέχεται τὸ γένος τὰ μὲν ἐνεργείᾳ εἶναι τὰ δὲ δυνάμει μόνον. εἰ δὲ οὐδὲν ὅλως ἐστὶν ἐνεργείᾳ, οὐδὲ ὑφέστηκεν. οὐκοῦν οὐδέν ἐστι τὸ γένος, ὃ διαιρεῖν εἰς τὰ εἴδη λέγουσιν.

ἔτι καὶ τοῦτο θεάσασθαι ἄξιον. ὥσπερ γὰρ, ἐπεὶ ὁ αὐτός ἐστιν Ἀλέξανδρος καὶ Πάρις, οὐκ ἐνδέχεται τὸ μὲν ‘’Ἀλέξανδρος περιπατεῖ’ ἀληθὲς εἶναι, τὸ δὲ ‘Πάρις περιπατεῖ’ ψεῦδος, οὕτως εἰ τὸ αὐτό ἐστι τὸ ἄνθρωπον εἶναι Θέωνι καὶ Δίωνι, εἰς σύνταξιν ἀξιώματος ἀγομένη ἡ ‘ἄνθρωπος προσηγορία ἢ ἀληθὲς ἢ ψεῦδος ἐπ’ ἀμφοτέρων ποιήσει τὸ ἀξίωμα. οὐ θεωρεῖται δὲ τοῦτο· τοῦ μὲν γὰρ Δίωνος καθημένου Θέωνος δὲ περιπατοῦντος τὸ ‘ἄνθρωπος περιπατεῖ’ ἐφ’ οὗ μὲν λεγόμενον ἀληθές ἐστιν, ἐφ’ οὗ δὲ ψεῦδος. οὐκ ἄρα κοινή ἐστιν ἀμφοτέρων ἡ ‘ἄνθρωπος προσηγορία, οὐδὲ ἡ αὐτὴ ἀμφοῖν, ἀλλ’ εἰ ἄρα, ἰδία ἑκατέρου.