Libro 1, § 19 — Schizzi pirroniani

Ταύτην τοίνυν ὁτὲ μὲν ὡς ἔφην προφερόμεθα, ὁτὲ δὲ οὕτως ῾οὐδὲν μᾶλλον’· οὐ γὰρ ὥς τινες ὑπολαμβάνουσι, τὴν μὲν ῾οὐ μᾶλλον’ ἐν ταῖς εἰδικαῖς ζητήσεσι παραλαμβάνομεν, τὴν δὲ ῾οὐδὲν μᾶλλον’ ἐν ταῖς γενικαῖς, ἀλλ’ ἀδιαφόρως τήν τε ῾οὐ μᾶλλον’ καὶ τὴν ῾οὐδὲν μᾶλλον’ προφερόμεθα, καὶ νῦν ὡς περὶ μιᾶς διαλεξόμεθα. ἔστι μὲν οὖν αὕτη ἡ φωνὴ ἐλλιπής. ὡς γὰρ ὅταν λέγωμεν ῾διπλῆ’, δυνάμει φαμὲν ῾ἑστία διπλῆ’, καὶ ὅταν λέγωμεν ῾πλατεῖα, δυνάμει λέγομεν ῾πλατεῖα ὁδός’, οὕτως ὅταν εἴπωμεν ῾οὐ μᾶλλον,᾿ δυνάμει φαμὲν ‘οὐ μᾶλλον τόδε ἢ τόδε,

ἄνω κάτω.’ τινὲς μέντοι τῶν σκεπτικῶν παραλαμβάνουσιν ἀντὶ πύσματος τὸ ῾οὐ’ (<ἀντὶ τοῦ τί μᾶλλον τόδε ἢ τόδε, τὸ τί παραλαμβάνοντες νῦν ἀντὶ αἰτίας), ἵν’ ᾖ τὸ λεγόμενον ‘διὰ τί μᾶλλον τόδε ἢ τόδε;’ σύνηθες δέ ἐστι καὶ πύσμασιν ἀντὶ ἀξιωμάτων χρῆσθαι, οἷον τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδε βροτῶν; καὶ ἀξιώμασιν ἀντὶ πυσμάτων, οἷον ‘ζητῶ ποῦ οἰκεῖ Δίων’ καὶ ‘πυνθάνομαι τίνος ἕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν.᾿ ἀλλὰ καὶ τὸ τί ἀντὶ τοῦ διὰ <τί> παραλαμβάνεται παρὰ Μενάνδρῳ· τί γὰρ ἐγὼ κατελειπόμην; δηλοῖ δὲ τὸ ‘οὐ μᾶλλον τόδε ἢ τόδε’ καὶ πάθος ἡμέτερον,

καθ’ ὃ διὰ τὴν ἰσοσθένειαν τῶν ἀντικειμένων πραγμάτων εἰς ἀρρεψίαν καταλήγομεν, ἰσοσθένειαν μὲν λεγόντων ἡμῶν τὴν <ἰσότητα τὴν> κατὰ τὸ φαινόμενον ἡμῖν πιθανόν, ἀντικείμενα δὲ κοινῶς τὰ μαχόμενα, ἀρρεψίαν δὲ τὴν πρὸς μηδέτερον συγκατάθεσιν.

ἡ γοῦν ‘οὐδὲν μᾶλλον’ φωνὴ κἂν ἐμφαίνῃ χαρακτῆρα συγκαταθέσεως ἢ ἀρνήσεως, ἡμεῖς οὐχ οὕτως αὐτῇ χρώμεθα, ἀλλ’ ἀδιαφόρως αὐτὴν παραλαμβάνομεν καὶ καταχρηστικῶς, ἤτοι ἀντὶ πύσματος ἢ ἀντὶ τοῦ λέγειν ‘ἀγνοῶ τίνι μὲν τούτων χρὴ συγκατατίθεσθαι, τίνι δὲ μὴ’ [συγκατατίθεσθαι]. πρόκειται <γὰρ> ἡμῖν δηλῶσαι τὸ φαινόμενον ἡμῖν· κατὰ δὲ τὴν φωνὴν δι’ ἧς αὐτὸ δηλοῦμεν ἀδιαφοροῦμεν. κἀκεῖνο δὲ χρὴ γινώσκειν, ὅτι προφερόμεθα τὴν ‘οὐδὲν μᾶλλον’ φωνὴν οὐ διαβεβαιούμενοι περὶ τοῦ πάντως ὑπάρχειν αὐτὴν ἀληθῆ καὶ βεβαίαν, ἀλλὰ κατὰ τὸ φαινόμενον ἡμῖν καὶ περὶ αὐτῆς λέγοντες.