§ 26 — Épigrammes

οὐδενὸς εὐνάτειρα, Μακροπτολέμοιο δὲ μάτηρ, μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα, οὐχὶ Κεράσταν, ὅν ποτ’ ἐθρέψατο ταυροπάτωρ, ἀλλ’ οὗ πιλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους, οὔνομ’ ὅλον, δίζων, ὃς τᾶς Μέροπος πόθον κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος· ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάνῳ, ἕλκος, ἄγαλμα πόθοιο πυρισμαράγω· ὃς σβέσεν ἀνορέαν ἰσαυδέα παπποφόνου Τυρίαν τ’, ᾧ τόδε τυφλοφόρων ἐρατὸν πᾶμα Πάρις θέτο Σιμιχίδας. ψυχάν, ᾇ βοτοβάμων, στήτας οἶστρε Σαέττας, κλωποπάτωρ, ἀπάτωρ, λαρνακόγυιε, χαρεὶς ἁδὺ μελίσδοις ἔλλοπι κούρᾳ, Καλλιόπᾳ, νηλεύστῳ.