Livre 1, § 7 — Esquisses pyrrhoniennes

Λέγομεν δὲ μὴ δογματίζειν τὸν σκεπτικὸν οὐ κατ’ ἐκεῖνο τὸ σημαινόμενον τοῦ δόγματος καθ’ ὃ δόγμα εἶναί φασί τινες κοινότερον τὸ εὐδοκεῖν τινι πράγματι (τοῖς γὰρ κατὰ φαντασίαν κατηναγκασμένοις πάθεσι συγκατατίθεται ὁ σκεπτικός, οἷον οὐκ ἂν εἴποι θερμαινόμενος ἢ ψυχόμενος ὅτι δοκῶ μὴ θερμαίνεσθαι ἢ ψύχεσθαι), ἀλλὰ μὴ δογματίζειν λέγομεν καθ’ ὃ δόγμα εἶναί φασί τινες τήν τινι πράγματι τῶν κατὰ τὰς ἐπιστήμας ζητουμένων ἀδήλων συγκατάθεσιν (οὐδενὶ γὰρ τῶν ἀδήλων συγκατατίθεται ὁ Πυρρώνειος).

ἀλλ’ οὐδὲ ἐν τῷ προφέρεσθαι περὶ τῶν ἀδήλων τὰς σκεπτικὰς φωνάς, οἷον τὴν ‘οὐδὲν μᾶλλον’ ἢ τὴν ‘οὐδὲν ὁρίζω’ ἤ τινα τῶν ἄλλων περὶ ὧν ὕστερον λέξομεν δογματίζει. ὁ μὲν γὰρ δογματίζων ὡς ὑπάρχον τίθεται τὸ πρᾶγμα ἐκεῖνο ὃ λέγεται δογματίζειν, ὁ δὲ σκεπτικὸς τὰς φωνὰς τίθησι ταύτας οὐχ ὡς πάντως ὑπαρχούσας· ὑπολαμβάνει γὰρ ὅτι, ὥσπερ ἡ ‘πάντα ἐστὶ ψευδῆ’ φωνὴ μετὰ τῶν ἄλλων καὶ ἑαυτὴν ψευδῆ εἶναι λέγει, καὶ ἡ ‘οὐδέν ἐστιν ἀληθές ὁμοίως, οὕτως καὶ ἡ ‘οὐδὲν μᾶλλον’ μετὰ τῶν ἄλλων καὶ ἑαυτήν φησι μὴ μᾶλλον εἶναι καὶ διὰ τοῦτο τοῖς ἄλλοις ἑαυτὴν συμπεριγράφει. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων σκεπτικῶν φωνῶν λέγομεν.

πλὴν ἀλλ’ εἰ ὁ δογματίζων τίθησιν ὡς ὑπάρχον τοῦτο ὃ δογματίζει, ὁ δὲ σκεπτικὸς τὰς φωνὰς αὑτοῦ προφέρεται ὡς δυνάμει ὑφ’ ἑαυτῶν περιγράφεσθαι, οὐκ ἂν ἐν τῇ προφορᾷ τούτων δογματίζειν λεχθείη. τὸ δὲ μέγιστον, ἐν τῇ προφορᾷ τῶν φωνῶν τούτων τὸ ἑαυτῷ φαινόμενον λέγει καὶ τὸ πάθος ἀπαγγέλλει τὸ ἑαυτοῦ ἀδοξάστως, μηδὲν περὶ τῶν ἔξωθεν ὑποκειμένων διαβεβαιούμενος.