Livre 2, § 14 — Nouveau Testament

Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν, ἔλεγον γάρ· Μὴ ἐν τῇ ἑορτῇ, μήποτε ἔσται θόρυβος τοῦ λαοῦ.

En de to pascha kai ta azyma meta dyo hemeras. kai ezetoun ohi archiereis kai ohi grammateis pos auton en dolo kratesantes apokteinosin, elegon gar; Me en te heorte, mepote estai thorybos tou laou.

Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· συντρίψασα τὴν ἀλάβαστρον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς. ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς· Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί· πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοῖς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· ὃ ἔσχεν ἐποίησεν, προέλαβεν μυρίσαι τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν. ἀμὴν δὲ λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.

Kai ontos autou en Bethania en te oikia Simonos tou leprou katakeimenou autou elthen gyne echousa alabastron myrou nardou pistikes polytelous; syntripsasa ten alabastron katecheen autou tes kephales. esan de tines aganaktountes pros heautous; Eis ti he apoleia haute tou myrou gegonen? edynato gar touto to myron prathenai epano denarion triakosion kai dothenai tois ptochois; kai enebrimonto aute. ho de Iesous eipen; Aphete auten; ti aute kopous parechete? kalon ergon ergasato en emoi; pantote gar tous ptochous echete meth’ heauton, kai hotan thelete dynasthe autois eu poiesai, eme de ou pantote echete; ho eschen epoiesen, proelaben myrisai to soma mou eis ton entaphiasmon. amen de lego hymin, hopou ean kerychthe to euangelion eis holon ton kosmon, kai ho epoiesen haute lalethesetai eis mnemosynon autes.

Καὶ Ἰούδας Ἰσκαριὼθ ὁ εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ αὐτοῖς. οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ.

Kai Ioudas Iskarioth ho ehis ton dodeka apelthen pros tous archiereis hina auton paradoi autois. ohi de akousantes echaresan kai epengeilanto auto argyrion dounai. kai ezetei pos auton eukairos paradoi.

Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα; καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει· Ποῦ ἐστιν τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν. καὶ ἐξῆλθον οἱ μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.

Kai te prote hemera ton azymon, hote to pascha ethyon, legousin auto ohi mathetai autou; Pou theleis apelthontes hetoimasomen hina phages to pascha? kai apostellei dyo ton matheton autou kai legei autois; Hypagete eis ten polin, kai apantesei hymin anthropos keramion hydatos bastazon; akolouthesate auto, kai hopou ean eiselthe eipate to oikodespote hoti Ho didaskalos legei; Pou estin to katalyma mou hopou to pascha meta ton matheton mou phago? kai autos hymin deixei anagaion mega estromenon hetoimon; kai ekei hetoimasate hemin. kai exelthon ohi mathetai kai elthon eis ten polin kai heuron kathos eipen autois, kai hetoimasan to pascha.

Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ὁ Ἰησοῦς εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με ὁ ἐσθίων μετ’ ἐμοῦ. ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς· Μήτι ἐγώ; ὁ δὲ εἶπεν αὐτοῖς· Εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς τὸ τρύβλιον· ὅτι ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.

Kai opsias genomenes erchetai meta ton dodeka. kai anakeimenon auton kai esthionton ho Iesous eipen; Amen lego hymin hoti ehis ex hymon paradosei me ho esthion met’ emou. erxanto lypeisthai kai legein auto ehis kata ehis; Meti ego? ho de eipen autois; Ehis ton dodeka, ho embaptomenos met’ emou eis to tryblion; hoti ho men yhios tou anthropou hypagei kathos gegraptai peri autou, ouai de to anthropo ekeino di’ hou ho yhios tou anthropou paradidotai; kalon auto ei ouk egennethe ho anthropos ekeinos.

Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν· Λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου. καὶ λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν. ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.

Kai esthionton auton labon arton eulogesas eklasen kai edoken autois kai eipen; Labete, touto estin to soma mou. kai labon poterion eucharistesas edoken autois, kai epion ex autou pantes. kai eipen autois; Touto estin to ahima mou tes diathekes to ekchynnomenon hyper pollon. amen lego hymin hoti ouketi ou me pio ek tou genematos tes ampelou heos tes hemeras ekeines hotan auto pino kainon en te basileia tou theou.

Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν. Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε, ὅτι γέγραπται· Πατάξω τὸν ποιμένα, καὶ τὰ πρόβατα διασκορπισθήσονται. ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. ὁ δὲ Πέτρος ἔφη αὐτῷ· Εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ. ὁ δὲ ἐκπερισσῶς ἐλάλει· Ἐὰν δέῃ με συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.

Kai hymnesantes exelthon eis to Oros ton Elaion. Kai legei autois ho Iesous hoti Pantes skandalisthesesthe, hoti gegraptai; Pataxo ton poimena, kai ta probata diaskorpisthesontai. alla meta to egerthenai me proaxo hymas eis ten Galilaian. ho de Petros ephe auto; Ei kai pantes skandalisthesontai, all’ ouk ego. kai legei auto ho Iesous; Amen lego soi hoti sy semeron taute te nykti prin e dis alektora phonesai tris me aparnese. ho de ekperissos elalei; Ean dee me synapothanein soi, ou me se aparnesomai. hosautos de kai pantes elegon.

Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· Καθίσατε ὧδε ἕως προσεύξωμαι. καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μετ’ αὐτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν, καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. καὶ προελθὼν μικρὸν ἔπιπτεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα, καὶ ἔλεγεν· Αββα ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ· ἀλλ’ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ. καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ἔλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. καὶ πάλιν ἐλθὼν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ. καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἀπέχει· ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.

Kai erchontai eis chorion hou to onoma Gethsemani, kai legei tois mathetais autou; Kathisate hode heos proseuxomai. kai paralambanei ton Petron kai Iakobon kai Ioannen met’ autou, kai erxato ekthambeisthai kai ademonein, kai legei autois; Perilypos estin he psyche mou heos thanatou; meinate hode kai gregoreite. kai proelthon mikron epipten epi tes ges, kai proseucheto hina ei dynaton estin parelthe ap’ autou he hora, kai elegen; Abba ho pater, panta dynata soi; parenenke to poterion touto ap’ emou; all’ ou ti ego thelo alla ti sy. kai erchetai kai heuriskei autous katheudontas, kai legei to Petro; Simon, katheudeis? ouk ischysas mian horan gregoresai? gregoreite kai proseuchesthe, hina me elthete eis peirasmon; to men pneuma prothymon he de sarx asthenes. kai palin apelthon proseuxato ton auton logon eipon. kai palin elthon heuren autous katheudontas, esan gar auton ohi ophthalmoi katabarynomenoi, kai ouk edeisan ti apokrithosin auto. kai erchetai to triton kai legei autois; Katheudete to loipon kai anapauesthe; apechei; elthen he hora, idou paradidotai ho yhios tou anthropou eis tas cheiras ton hamartolon. egeiresthe agomen; idou ho paradidous me engiken.

Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας εἷς τῶν δώδεκα καὶ μετ’ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς. καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ λέγει· Ῥαββί, καὶ κατεφίλησεν αὐτόν. οἱ δὲ ἐπέβαλαν τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν. εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ’ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί. καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.

Kai euthys eti autou lalountos paraginetai Ioudas ehis ton dodeka kai met’ autou ochlos meta machairon kai xylon para ton archiereon kai ton grammateon kai ton presbyteron. dedokei de ho paradidous auton syssemon autois legon; Hon an phileso autos estin; kratesate auton kai apagete asphalos. kai elthon euthys proselthon auto legei; Rhabbi, kai katephilesen auton. ohi de epebalan tas cheiras auto kai ekratesan auton. ehis de tis ton parestekoton spasamenos ten machairan epaisen ton doulon tou archiereos kai apheilen autou to otarion. kai apokritheis ho Iesous eipen autois; Hos epi lesten exelthate meta machairon kai xylon syllabein me? kath’ hemeran emen pros hymas en to hiero didaskon kai ouk ekratesate me; all’ hina plerothosin ahi graphai. kai aphentes auton ephygon pantes.

Καὶ νεανίσκος τις συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν αὐτόν, ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν.

Kai neaniskos tis synekolouthei auto peribeblemenos sindona epi gymnou, kai kratousin auton, ho de katalipon ten sindona gymnos ephygen.

Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὕρισκον· πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ’ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ’ αὐτοῦ λέγοντες ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω· καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; ὁ δὲ Ἰησοῦς εἶπεν· Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ἔνοχον εἶναι θανάτου. καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· Προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον.

Kai apegagon ton Iesoun pros ton archierea, kai synerchontai pantes ohi archiereis kai ohi presbyteroi kai ohi grammateis. kai ho Petros apo makrothen ekolouthesen auto heos eso eis ten aulen tou archiereos kai en synkathemenos meta ton hypereton kai thermainomenos pros to phos. ohi de archiereis kai holon to synedrion ezetoun kata tou Iesou martyrian eis to thanatosai auton, kai ouch heuriskon; polloi gar epseudomartyroun kat’ autou, kai isai ahi martyriai ouk esan. kai tines anastantes epseudomartyroun kat’ autou legontes hoti Hemeis ekousamen autou legontos hoti Ego katalyso ton naon touton ton cheiropoieton kai dia trion hemeron allon acheiropoieton oikodomeso; kai oude houtos ise en he martyria auton. kai anastas ho archiereus eis meson eperotesen ton Iesoun legon; Ouk apokrine ouden? ti houtoi sou katamartyrousin? ho de esiopa kai ouk apekrinato ouden. palin ho archiereus eperota auton kai legei auto; Sy ei ho christos ho yhios tou eulogetou? ho de Iesous eipen; Ego eimi, kai opsesthe ton yhion tou anthropou ek dexion kathemenon tes dynameos kai erchomenon meta ton nephelon tou ouranou. ho de archiereus diarrexas tous chitonas autou legei; Ti eti chreian echomen martyron? ekousate tes blasphemias; ti hymin phainetai? ohi de pantes katekrinan auton enochon einai thanatou. kai erxanto tines emptyein auto kai perikalyptein autou to prosopon kai kolaphizein auton kai legein auto; Propheteuson, kai ohi hyperetai rhapismasin auton elabon.

Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα τοῦ Ἰησοῦ· ὁ δὲ ἠρνήσατο λέγων· Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί λέγεις, καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον καὶ ἀλέκτωρ ἐφώνησεν. καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει· ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν· καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὡς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ, καὶ ἐπιβαλὼν ἔκλαιεν.

Kai ontos tou Petrou kato en te aule erchetai mia ton paidiskon tou archiereos, kai idousa ton Petron thermainomenon emblepsasa auto legei; Kai sy meta tou Nazarenou estha tou Iesou; ho de ernesato legon; Oute oida oute epistamai sy ti legeis, kai exelthen exo eis to proaulion kai alektor ephonesen. kai he paidiske idousa auton erxato palin legein tois parestosin hoti Houtos ex auton estin. ho de palin erneito. kai meta mikron palin ohi parestotes elegon to Petro; Alethos ex auton ei, kai gar Galilaios ei kai he lalia sou homoiazei; ho de erxato anathematizein kai omnynai hoti Ouk oida ton anthropon touton hon legete. kai euthys ek deuterou alektor ephonesen; kai anemnesthe ho Petros to rhema hos eipen auto ho Iesous hoti Prin alektora phonesai dis tris me aparnese, kai epibalon eklaien.