Libro 3, § 28 — Esbozos pirrónicos

Οἷον γοῦν τὸ διδασκόμενον ἤτοι ἀληθές ἐστιν ἢ ψεῦδος· καὶ εἰ μὲν ψεῦδος, οὐκ ἂν διδάσκοιτο· ἀνύπαρκτον γάρ φασιν εἶναι τὸ ψεῦδος, ἀνυπάρκτων δὲ οὐκ ἂν εἴη διδασκαλία. ἀλλ’ οὐδ’ εἰ ἀληθὲς εἶναι λέγοιτο· ὅτι γὰρ ἀνύπαρκτόν ἐστι τὸ ἀληθές, ὑπεμνήσαμεν ἐν τοῖς περὶ κριτηρίου. εἰ οὖν μήτε τὸ ψεῦδος μήτε τὸ ἀληθὲς διδάσκεται, παρὰ δὲ ταῦτα διδακτὸν οὐδέν ἐστιν οὐ γὰρ δὴ τούτων ἀδιδάκτων ὄντων τοὺς ἀπόρους μόνους διδάσκειν ἐρεῖ τις), οὐδὲν διδάσκεται.

τό τε διδασκόμενον πρᾶγμα ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον. ἀλλ’ εἰ μὲν φαινόμενόν ἐστιν, οὐκ ἔσται διδασκαλίας δεόμενον· τὰ γὰρ φαινόμενα πᾶσιν ὁμοίως φαίνεται. εἰ δὲ ἄδηλον, ἐπεὶ τὰ ἄδηλα διὰ τὴν ἀνεπίκριτον περὶ αὐτῶν διαφωνίαν ἀκατάληπτά ἐστιν, ὡς πολλάκις ὑπεμνήσαμεν, οὐκ ἔσται διδακτόν· ὃ γὰρ μὴ καταλαμβάνει τις, πῶς ἂν τοῦτο διδάσκειν ἢ μανθάνειν δύναιτο; εἰ δὲ μήτε τὸ φαινόμενον μήτε τὸ ἄδηλον διδάσκεται, οὐδὲν διδάσκεται.

ἔτι τὸ διδασκόμενον ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον, ἑκάτερον δὲ αὐτῶν ἤτοι φαινόμενον ἢ ἀδηλούμενον <ἂν> οὐ διδάσκεσθαι κατὰ τὸν μικρῷ πρόσθεν ἡμῖν εἰρημένον λόγον.

οὐκ ἄρα διδάσκεταί τι. πρὸς τούτοις ἤτοι τὸ ὂν διδάσκεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν μὴ ὂν οὐ διδάσκεται· εἰ γὰρ διδάσκεται τὸ μὴ ὄν, ἐπεὶ τῶν ἀληθῶν δοκοῦσιν εἶναι αἱ διδασκαλίαι, ἀληθὲς ἔσται τὸ μὴ ὄν. ἀληθὲς δὲ ὂν καὶ ὑπάρξει· ἀληθὲς γὰρ εἶναί φασιν ὃ ὑπάρχει καὶ ἀντίκειταί τινι. ἄτοπον δέ ἐστι λέγειν ὑπάρχειν τὸ μὴ ὄν· οὐκ ἄρα διδάσκεται τὸ μὴ ὄν.

ἀλλ’ οὐδὲ τὸ ὄν. εἰ γὰρ διδάσκεται τὸ ὄν, ἤτοι καθὸ ὄν ἐστι διδάσκεται ἢ κατ’ ἄλλο τι. ἀλλ’ εἰ μέν, καθό <ἐστι> ἔστι διδακτόν, τῶν ὄντων ἔσται, διὰ δὲ τοῦτο οὐδὲ διδακτόν· τὰς γὰρ διδασκαλίας ἐκ τινῶν ὁμολογουμένων καὶ ἀδιδάκτων γίνεσθαι προσήκει. οὐκ ἄρα τὸ ὂν καθὸ ὄν ἐστι διδακτόν ἐστιν. καὶ μὴν οὐδὲ κατ’ ἄλλο τι.

τὸ γὰρ ὂν οὐκ ἔχει ἄλλο τι συμβεβηκὸς αὐτῷ ὃ μὴ ὄν ἐστιν, ὥστε εἰ τὸ ὂν καθὸ ὄν ἐστιν οὐ διδάσκεται, οὐδὲ κατ’ ἄλλο τι διδαχθήσεται· ἐκεῖνο γὰρ ὅ τι ποτέ ἐστι συμβεβηκὸς αὐτῷ, ὄν ἐστιν. καὶ ἄλλως, εἴτε φαινόμενον εἴη τὸ ὂν ὃ λέξουσι διδάσκεσθαι, εἴτε ἄδηλον, ταῖς εἰρημέναις ἀπορίαις ὑποπῖπτον ἀδίδακτον ἔσται. εἰ δὲ μήτε τὸ ὂν διδάσκεται μήτε τὸ μὴ ὄν, οὐδέν ἐστι τὸ διδασκόμενον.