Καὶ μὴν εἰ γίνεται ἐν ἀνθρώποις ἡ περὶ τὸν βίον τέχνη, ἤτοι φύσει ἐγγίνεται αὐτοῖς ἢ διὰ μαθήσεως καὶ διδασκαλίας. ἀλλ’ εἰ μὲν φύσει, ἤτοι καθό εἰσιν ἄνθρωποι ἐγγίνοιτο ἂν αὐτοῖς ἡ περὶ τὸν βίον τέχνη, ἢ καθὸ οὔκ εἰσιν ἄνθρωποι. καθὸ μὲν οὖν οὔκ εἰσιν ἄνθρωποι, οὐδαμῶς· οὐδὲ γὰρ οὔκ εἰσιν ἄνθρωποι. εἰ δὲ καθό εἰσιν ἄνθρωποι, πᾶσιν ἀνθρώποις ὑπῆρξεν ἂν ἡ φρόνησις, ὡς πάντας εἶναι φρονίμους τε καὶ ἐναρέτους καὶ σοφούς.
φαύλους δὲ τοὺς πλείστους λέγουσιν. οὐκοῦν οὐδὲ καθό εἰσιν ἄνθρωποι ὑπάρξειεν ἂν αὐτοῖς ἡ περὶ τὸν βίον τέχνη. οὐδὲ φύσει ἄρα. καὶ ἄλλως, ἐπειδὴ τὴν τέχνην σύστημα ἐκ καταλήψεων εἶναι βούλονται συγγεγυμνασμένων, διὰ πείρας τέ τινος καὶ μαθήσεως ἐμφαίνουσι μᾶλλον ἀναλαμβάνεσθαι τάς τε ἄλλας τέχνας καὶ ταύτην περὶ ἧς ὁ λόγος.