Libro 3, § 21 — Esbozos pirrónicos

Λείπεται τὸ ἠθικόν, ὅπερ δοκεῖ τὴν διάκρισιν τῶν τε καλῶν καὶ κακῶν καὶ ἀδιαφόρων καταγίγνεσθαι. ἵνα οὖν κεφαλαιωδῶς καὶ περὶ τούτου διαλάβωμεν, περὶ τῆς ὑπάρξεως τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων ζητήσωμεν, τὴν ἔννοιαν ἑκάστου προεκθέμενοι.