Libro 8, § 6 — Nuevo Testamento

Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς· λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας· μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ’ ἐν παντὶ συνιστάνοντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι· ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

Synergountes de kai parakaloumen me eis kenon ten charin tou theou dexasthai hymas; legei gar; Kairo dekto epekousa sou kai en hemera soterias eboethesa soi; idou nyn kairos euprosdektos, idou nyn hemera soterias; medemian en medeni didontes proskopen, hina me momethe he diakonia, all’ en panti synistanontes heautous hos theou diakonoi; en hypomone polle, en thlipsesin, en anankais, en stenochoriais, en plegais, en phylakais, en akatastasiais, en kopois, en agrypniais, en nesteiais, en hagnoteti, en gnosei, en makrothymia, en chrestoteti, en pneumati hagio, en agape anypokrito, en logo aletheias, en dynamei theou; dia ton hoplon tes dikaiosynes ton dexion kai aristeron, dia doxes kai atimias, dia dysphemias kai euphemias; hos planoi kai aletheis, hos agnooumenoi kai epiginoskomenoi, hos apothneskontes kai idou zomen, hos paideuomenoi kai me thanatoumenoi, hos lypoumenoi aei de chairontes, hos ptochoi pollous de ploutizontes, hos meden echontes kai panta katechontes.

Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται· οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν· τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς.

To stoma hemon aneogen pros hymas, Korinthioi, he kardia hemon peplatyntai; ou stenochoreisthe en hemin, stenochoreisthe de en tois splanchnois hymon; ten de auten antimisthian, hos teknois lego, platynthete kai hymeis.

Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν ζῶντος· καθὼς εἶπεν ὁ θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός. διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς· καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ.

Me ginesthe heterozygountes apistois; tis gar metoche dikaiosyne kai anomia, e tis koinonia photi pros skotos? tis de symphonesis Christou pros Beliar, e tis meris pisto meta apistou? tis de synkatathesis nao theou meta eidolon? hemeis gar naos theou esmen zontos; kathos eipen ho theos hoti Enoikeso en autois kai emperipateso, kai esomai auton theos, kai autoi esontai mou laos. dio exelthate ek mesou auton, kai aphoristhete, legei kyrios, kai akathartou me haptesthe; kago eisdexomai hymas; kai esomai hymin eis patera, kai hymeis esesthe moi eis yhious kai thygateras, legei kyrios pantokrator.