Book 1, § 16 — Outlines of Pyrrhonism

Παραδιδόασι δὲ καὶ δύο τρόπους ἐποχῆς ἑτέρους· ἐπεὶ γὰρ πᾶν τὸ καταλαμβανόμενον ἤτοι ἐξ ἑαυτοῦ καταλαμβάνεσθαι δοκεῖ ἢ ἐξ ἑτέρου, <ὑπομιμνῄσκοντες ὅτι οὔτε ἐξ ἑαυτοῦ τι οὔτε ἐξ ἑτέρου> καταλαμβάνεται, τὴν περὶ πάντων ἀπορίαν εἰσάγειν δοκοῦσιν. καὶ ὅτι μὲν οὐδὲν ἐξ ἑαυτοῦ καταλαμβάνεται, φασί, δῆλον ἐκ τῆς γεγενημένης παρὰ τοῖς φυσικοῖς περί τε τῶν αἰσθητῶν καὶ τῶν νοητῶν ἁπάντων οἶμαι διαφωνίας, ἣ δὴ ἀνεπίκριτός ἐστι μὴ δυναμένων ἡμῶν μήτε αἰσθητῷ μήτε νοητῷ κριτηρίῳ χρῆσθαι διὰ τὸ πᾶν, ὅπερ ἂν λάβωμεν διαπεφωνημένον, εἶναι ἄπιστον,

διὰ δὲ τοῦτο οὐδ’ ἐξ ἑτέρου τι καταλαμβάνεσθαι συγχωροῦσιν. εἰ μὲν γὰρ τὸ ἐξ οὗ τι καταλαμβάνεται ἀεὶ ἐξ ἑτέρου καταλαμβάνεσθαι δεήσει, εἰς τὸν διάλληλον ἢ τὸν ἄπειρον ἐμβάλλουσι τρόπον. εἰ δὲ βούλοιτό τις λαβεῖν ὡς ἐξ ἑαυτοῦ καταλαμβανόμενόν τι ἐξ οὗ καταλαμβάνεται ἕτερον, ἀντιπίπτει τὸ μηδὲν ἐξ ἑαυτοῦ καταλαμβάνεσθαι διὰ τὰ προειρημένα. τὸ δὲ μαχόμενον πῶς ἂν δύναιτο καταληφθῆναι <ἢ> ἀφ’ ἑαυτοῦ ἢ ἀφ’ ἑτέρου, ἀποροῦμεν, τοῦ κριτηρίου τῆς ἀληθείας ἢ τῆς καταλήψεως μὴ φαινομένου, σημείων δὲ καὶ δίχα ἀποδείξεως διατρεπομένων, καθάπερ ἐν τοῖς ἑξῆς εἰσόμεθα. τοσαῦτα μὲν οὖν καὶ περὶ τῶν τρόπων τῆς ἐποχῆς ἐπὶ τοῦ παρόντος ἀρκέσει λελέχθαι.