νήπιον υἱὸν ἔλειπες, ἐν ἁλικίᾳ δὲ καὶ αὐτός, Εὐρύμεδον τύμβου τοῦδε θανὼν ἔτυχες. σοὶ μὲν ἕδρα θείοισι μετ’ ἀνδράσι· τὸν δὲ πολῖται τιμασεῦντι, πατρὸς μνώμενοι ὡς ἀγαθοῦ.