§ 3 — Epigramme

εὕδεις φυλλοστρῶτι πέδῳ Δάφνι σῶμα κεκμακὸς ἀμπαύων· στάλικες δ’ ἀρτιπαγεῖς ἀν’ ὄρη. ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος κισσὸν ἐφ’ ἱμερτῷ κρατὶ καθαπτόμενος, ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε, φεῦγε μεθεὶς ὕπνου κῶμα καταγρόμενον.