Buch 3, § 8 — Grundriss der pyrrhonischen Skepsis

Ἵνα δὲ καὶ ταῦτα παραλίπῃ τις, πῶς ἄρα καὶ γίνεσθαί φασι τὰ συγκρίματα ἐκ τῶν πρώτων στοιχείων, μήτε θίξεως καὶ ἁφῆς ὑπαρχούσης μήτε κράσεως ἢ μίξεως ὅλως; ὅτι μὲν γὰρ οὐδέν ἐστιν ἡ ἁφή, μικρῷ πρόσθεν ὑπέμνησα, ὅτε περὶ τῆς ὑποστάσεως τοῦ σώματος διελεγόμην· ὅτι δὲ οὐδὲ ὁ τρόπος τῆς κράσεως ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπ’ αὐτῶν δυνατός ἐστι, διὰ βραχέων ἐπιστήσω. πολλὰ μὲν γὰρ λέγεται περὶ κράσεως, καὶ σχεδὸν ἀνήνυτοι περὶ τοῦ προκειμένου σκέμματός εἰσι παρὰ τοῖς δογματικοῖς στάσεις· ὅθεν εὐθέως ἅμα τῇ ἀνεπικρίτῳ διαφωνίᾳ καὶ τὸ ἀκατάληπτον τοῦ σκέμματος συνάγοιτ’ ἄν. ἡμεῖς δὲ νῦν τὴν πρὸς ἕκαστον αὐτῶν ἀντίρρησιν παραιτησάμενοι διὰ τὴν πρόθεσιν τῆς συγγραφῆς, τάδε λέξειν ἐπὶ τοῦ παρόντος ἀποχρώντως ὑπολαμβάνομεν.

Τὰ κιρνάμενα ἐξ οὐσίας καὶ ποιοτήτων συγκεῖσθαι φασίν. ἤτοι οὖν τὰς μὲν οὐσίας αὐτῶν μίγνυσθαι φήσει τις, τὰς δὲ ποιότητας μηδαμῶς, ἢ τὰς μὲν ποιότητας ἀναμίγνυσθαι, μηκέτι δὲ τὰς οὐσίας, ἢ μηθέτερον ἀναμίγνυσθαι θατέρῳ, ἢ ἀμφότερα ἑνοῦσθαι ἀλλήλοις. ἀλλ’ εἰ μὲν οὔτε αἱ ποιότητες οὔτε αἱ οὐσίαι ἀναμίγνυνται ἀλλήλοις, ἀνεπινόητος ἔσται ἡ κρᾶσις· πῶς γὰρ μία αἴσθησις ἀπὸ τῶν κιρναμένων γίνεσθαι συμβήσεται, εἴγε κατὰ μηδὲν τῶν προειρημένων μίγνυται ἀλλήλοις τὰ κιρνάμενα;

εἰ δὲ αἱ μὲν ποιότητες ἁπλῶς παρακεῖσθαι λεχθεῖεν ἀλλήλαις, αἱ δὲ οὐσίαι μίγνυσθαι, καὶ οὕτως ἄτοπον ἂν εἴη τὸ λεγόμενον· οὐ γὰρ κεχωρισμένων τῶν ποιοτήτων τῶν ἐν ταῖς κράσεσιν ἀντιλαμβανόμεθα, ἀλλ’ ὡς μιᾶς ἀπὸ τῶν κιρναμένων ἀποτελουμένης αἰσθανόμεθα. εἰ δὲ τὰς μὲν ποιότητας μίγνυσθαι λέγοι τις, τὰς δὲ οὐσίας μηδαμῶς, ἀδύνατα λέξει· ἡ γὰρ τῶν ποιοτήτων ὑπόστασις ἐν ταῖς οὐσίαις ἐστίν, διόπερ γελοῖον ἂν εἴη λέγειν, ὡς αἱ μὲν ποιότητες χωρισθεῖσαι τῶν οὐσιῶν [καὶ] ἰδίᾳ μίγνυνταί που ἀλλήλαις, ἄποιοι δὲ αἱ οὐσίαι χωρὶς ὑπολείπονται.

λείπεται λέγειν, ὅτι καὶ αἱ ποιότητες τῶν κιρναμένων καὶ αἱ οὐσίαι χωροῦσι δι’ ἀλλήλων καὶ μιγνύμεναι τὴν κρᾶσιν ἀποτελοῦσιν. ὃ τῶν προειρημένων ἐστὶν ἀτοπώτερον’ ἀδύνατος γάρ ἐστιν ἡ τοιαύτη κρᾶσις. οἷον γοῦν ἐὰν δέκα κοτύλαις ὕδατος κωνείου χυλοῦ κοτύλη μιχθῇ, παντὶ τῷ ὕδατι συνανακίρνασθαι ἂν λέγοιτο τὸ κώνειον· εἰ γοῦν καί τι βραχύτατον μέρος τοῦ μίγματος λάβοι τις, εὑρήσει πεπληρωμένον αὐτὸ τῆς τοῦ κωνείου δυνάμεως.

εἰ δὲ ἐπιμίγνυται τὸ κώνειον παντὶ μέρει τοῦ ὕδατος καὶ παρεκτείνεται αὐτῷ ὅλον ὅλῳ κατά τε τὴν τῶν οὐσιῶν καὶ τῶν ποιοτήτων αὐτῶν δι’ ἀλλήλων δίοδον, ἵν’ οὕτως ἡ κρᾶσις γένηται, τὰ δὲ παρεκτεινόμενα ἀλλήλοις καθ’ ἅπαν μέρος τὸν ἴσον ἐπέχει τόπον, διὸ καὶ ἴσα ἀλλήλοις ἐστίν, ἴση ἔσται ἡ κοτύλη τοῦ κωνείου ταῖς δέκα κοτύλαις τοῦ ὕδατος, ὡς εἴκοσι κοτύλας ὀφείλειν εἶναι τὸ μῖγμα ἢ δύο μόνας, ὅσον ἐπὶ τῇδε τῇ ὑποθέσει τοῦ τρόπου τῆς κράσεως· καὶ κοτύλης πάλιν ὕδατος ταῖς εἴκοσι κοτύλαις ὅσον ἐπὶ τῷ λόγῳ τῆς ὑποθέσεως ἐπεμβληθείσης τεσσαράκοντα κοτυλῶν ὀφείλει τὸ μέτρον εἶναι ἢ πάλιν δύο μόνων, ἐπειδὴ καὶ τὴν κοτύλην εἴκοσι κοτύλας ἐνδέχεται νοεῖν, ὅσαις παρεκτείνεται, καὶ τὰς εἴκοσι κοτύλας μίαν, ᾗ συνεξισοῦνται.

δυνατὸν δὲ οὕτω κατὰ μίαν κοτύλην ἐπεμβάλλοντα καὶ ὁμοίως συλλογιζόμενον συνάγειν, ὅτι αἱ εἴκοσιν ὁρώμεναι τοῦ μίγματος κοτύλαι δισμύριαί που καὶ πρὸς ὀφείλουσιν εἶναι ὅσον ἐπὶ τῇ ὑποθέσει τοῦ τρόπου τῆς κράσεως, αἱ δὲ αὐταὶ καὶ δύο μόναι· ὅπερ ἀπεμφάσεως ὑπερβολὴν οὐκ ἀπολέλοιπεν. οὐκοῦν ἄτοπός ἐστι καὶ αὕτη ἡ ὑπόθεσις τῆς κράσεως.

εἰ δὲ οὔτε τῶν οὐσιῶν μόνων μιγνυμένων ἀλλήλαις οὔτε τῶν ποιοτήτων μόνων οὔτε ἀμφοτέρων οὔτε οὐθετέρου δύναται γίνεσθαι κρᾶσις, παρὰ δὲ ταῦτα οὐδὲν οἷόν τέ ἐστιν ἐπινοεῖν, ἀνεπινόητος ὁ τρόπος τῆς τε κράσεως καὶ ὅλως τῆς μίξεως ἐστίν. διόπερ εἰ μήτε κατὰ θίξιν παρατιθέμενα ἀλλήλοις τὰ καλούμενα στοιχεῖα μήτε ἀνακιρνώμενα ἢ μιγνύμενα ποιητικὰ τῶν συγκριμάτων εἶναι δύναται, ἀνεπινόητός ἐστιν ἡ κατὰ τοὺς δογματικοὺς φυσιολογία καὶ ὅσον ἐπὶ τούτῳ τῷ λόγῳ.