Buch 3, § 30 — Grundriss der pyrrhonischen Skepsis

Μὴ ὄντος δὲ μήτε τοῦ μανθάνοντος μήτε τοῦ διδάσκοντος καὶ ὁ τρόπος τῆς διδασκαλίας παρέλκει.

Οὐδὲν δὲ ἧττον καὶ <οὗτος> διὰ τούτων ἀπορεῖται. ὁ γὰρ τρόπος διδασκαλίας ἤτοι ἐναργείᾳ γίνεται ἢ λόγῳ· οὔτε δὲ ἐναργείᾳ γίνεται οὔτε λόγῳ, καθάπερ παραστήσομεν· οὐδὲ ὁ τρόπος ἄρα τῆς μαθήσεώς ἐστιν εὔπορος. ἐναργείᾳ μὲν οὖν οὐ γίνεται διδασκαλία, ἐπεὶ τῶν δεικνυμένων ἐστὶν ἡ ἐνάργεια. τὸ δὲ δεικνύμενον πᾶσίν ἐστι φαινόμενον· τὸ δὲ φαινόμενον ᾗ φαίνεται, πᾶσίν ἐστι ληπτόν· τὸ δὲ κοινῶς πᾶσι ληπτὸν ἀδίδακτον· οὐκ ἄρα τι ἐναργείᾳ διδακτόν ἐστιν. καὶ μὴν οὐδὲ λόγῳ διδάσκεταί τι.

οὗτος γὰρ ἤτοι σημαίνει τι ἢ οὐδὲν σημαίνει. ἀλλὰ μηδὲν μὲν σημαίνων οὐδὲ ἔσται τινὸς διδασκαλικός. εἰ δὲ σημαίνει τι, ἤτοι φύσει σημαίνει τι ἢ θέσει. καὶ φύσει μὲν οὐ σημαίνει διὰ τὸ μὴ πάντας πάντων ἀκούοντας συνιέναι, οἷον Ἕλληνας βαρβάρων καὶ βαρβάρους Ἑλλήνων.

θέσει δὲ εἰ σημαίνει, δῆλον ὡς οἱ μὲν προκατειληφότες καθ’ ὧν αἱ λέξεις εἰσὶ τεταγμέναι ἀντιλήψονται τούτων, οὐκ ἐξ αὐτῶν διδασκόμενοι ἅπερ ἠγνόουν, ἀλλὰ ἀναμιμνῃσκόμενοι καὶ ἀνανεούμενοι ταῦτα ἅπερ ᾔδεσαν, οἱ δὲ χρῄζοντες τῆς τῶν ἀγνοουμένων μαθήσεως καὶ μὴ εἰδότες, καθ’ ὧν εἰσιν αἱ λέξεις τεταγμέναι, οὐδενὸς ἀντίληψιν ἕξουσιν.

διόπερ οὐδὲ ὁ τρόπος τῆς μαθήσεως ὑποστῆναι δύναιτο ἄν. καὶ γὰρ ὁ διδάσκων κατάληψιν τῶν θεωρημάτων τῆς διδασκομένης τέχνης ἐμποιεῖν ὀφείλει τῷ μανθάνοντι, ἵνα οὕτως ἐκεῖνος τὸ σύστημα τούτων καταλαβὼν τεχνίτης γένηται. οὐδὲν δέ ἐστι κατάληψις, ὡς ἐν τοῖς ἔμπροσθεν ὑπεμνήσαμεν§· οὐκοῦν οὐδὲ ὁ τρόπος τῆς ὑφεστάναι δύναται. εἰ δὲ μήτε τὸ διδασκόμενον ἔστι μήτε ὁ διδάσκων καὶ ὁ μανθάνων μήτε ὁ τρόπος τῆς μαθήσεως, οὔτε μάθησις ἔστιν οὔτε διδασκαλία.

Ταῦτα μὲν οὖν κοινότερον ἐπικεχείρηται περὶ μαθήσεως καὶ διδασκαλίας· ἔνεστι δὲ ἀπορεῖν οὕτω καὶ ἐπὶ τῆς λεγομένης περὶ βίον εἶναι τέχνης. οἷον γοῦν τὸ μὲν διδασκόμενον πρᾶγμα, τουτέστι τὴν φρόνησιν, ἀνυπόστατον ἐδείξαμεν ἐν τοῖς ἔμπροσθεν§· ἀνυπόστατος δέ καὶ ὁ διδάσκων καὶ ὁ μανθάνων. ἤτοι γὰρ ὁ φρόνιμος τὸν φρόνιμον διδάξει τὴν περὶ τὸν βίον τέχνην ἢ ὁ ἄφρων τὸν ἄφρονα ἢ ὁ ἄφρων τὸν φρόνιμον ἢ ὁ φρόνιμος τὸν ἄφρονα· οὐδεὶς δὲ τούτων οὐδένα διδάσκει· οὐκ ἄρα διδάσκεται ἡ περὶ τὸν βίον εἶναι λεγομένη τέχνη.

καὶ περὶ μὲν τῶν ἄλλων ἴσως περιττὸν καὶ λέγειν· εἰ δὲ ὁ φρόνιμος τὸν ἄφρονα διδάσκει τὴν φρόνησιν, ἡ δὲ φρόνησις ἐπιστήμη ἐστὶν ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων, ὁ ἄφρων μὴ ἔχων τὴν φρόνησιν ἄγνοιαν ἔχει τῶν ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων, ἄγνοιαν δὲ τούτων ἔχων πάντως διδάσκοντος αὐτὸν τοῦ φρονίμου τὰ ἀγαθὰ καὶ κακὰ καὶ οὐθέτερα ἀκούσεται μόνον τῶν λεγομένων, οὐ γνώσεται δὲ ταῦτα. εἰ γὰρ ἀντιλαμβάνοιτο αὐτῶν ἐν ἀφροσύνῃ καθεστώς, ἔσται καὶ ἡ ἀφροσύνη τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων θεωρητική.

οὐχὶ δέ γε τούτων κατὰ αὐτοὺς ἡ ἀφροσύνη θεωρητικὴ καθέστηκεν, ἐπεὶ ὁ ἄφρων ἔσται φρόνιμος. ὁ ἄρα ἄφρων οὐκ ἀντιλαμβάνεται τῶν ὑπὸ τοῦ φρονίμου λεγομένων ἢ πραττομένων κατὰ τὸν τῆς φρονήσεως λόγον. μὴ ἀντιλαμβανόμενος δὲ οὐκ ἂν διδάσκοιτο ὑπ’ αὐτοῦ, ἄλλως τε καὶ ἐπεὶ μήτε ἐναργείᾳ μήτε διὰ λόγου δύναται διδάσκεσθαι, καθὰ προειρήκαμεν. πλὴν ἀλλ’ εἰ μήτε διὰ μαθήσεως καὶ διδασκαλίας ἐγγίνεταί τινι ἡ περὶ τὸν βίον λεγομένη τέχνη μήτε φύσει, ἀνεύρετός ἐστιν ἡ παρὰ τοῖς φιλοσόφοις θρυλουμένη τέχνη περὶ τὸν βίον.

Εἰ μέντοι καὶ δοίη τις ἐκ πολλοῦ τοῦ περιόντος ἐγγίνεσθαί τινι τὴν ὀνειροπολουμένην τέχνην περὶ τὸν βίον, βλαβερὰ καὶ ταραχῆς αἰτία φανήσεται μᾶλλον τοῖς ἔχουσιν αὐτὴν ἢ ὠφέλιμος.