Buch 3, § 19 — Grundriss der pyrrhonischen Skepsis

Τὸ δὲ αὐτὸ πάσχομεν καὶ ἐν τῇ περὶ τοῦ χρόνου ζητήσει· ὅσον μὲν γὰρ ἐπὶ τοῖς φαινομένοις δοκεῖ τι εἶναι ὁ χρόνος, ὅσον δὲ ἐπὶ τοῖς περὶ αὐτοῦ λεγομένοις ἀνυπόστατος φαίνεται. χρόνον γὰρ εἶναί φασιν οἱ μὲν διάστημα τῆς τοῦ ὅλου κινήσεως ὅλον δὲ λέγω τὸν κόσμον), οἱ δὲ αὐτὴν τὴν κίνησιν τοῦ κόσμου, Ἀριστοτέλης δέ, ἢ ὥς τινες Πλάτων, ἀριθμὸν τοῦ ἐν κινήσει προτέρου καὶ ὑστέρου, Στράτων δέ, ἢ ὥς τινες Ἀριστοτέλης,

μέτρον κινήσεως καὶ μονῆς, Ἐπίκουρος δέ, καθὼς Δημήτριος ὁ Λάκων φησί, σύμπτωμα συμπτωμάτων, παρεπόμενον ἡμέραις τε καὶ νυξὶ καὶ ὥραις καὶ πάθεσι καὶ ἀπαθείαις καὶ κινήσεσι καὶ μοναῖς.

κατ’ οὐσίαν τε οἱ μὲν σῶμα αὐτὸν ἔφασαν εἶναι, ὡς οἱ περὶ τὸν Αἰνησίδημον μηδὲν γὰρ αὐτὸν διαφέρειν τοῦ ὄντος καὶ τοῦ πρώτου σώματος), οἱ δὲ ἀσώματον. ἤτοι οὖν πᾶσαι αἱ στάσεις αὗταί εἰσιν ἀληθεῖς, ἢ πᾶσαι ψευδεῖς, ἢ τινὲς μὲν ἀληθεῖς, τινὲς δὲ ψευδεῖς· οὔτε δὲ πᾶσαι ἀληθεῖς ὑπάρχειν δύνανται μάχονται γὰρ αἱ πλεῖσται) οὔτε πᾶσαι ψευδεῖς εἶναι δοθήσονται ὑπὸ τῶν δογματικῶν.

καὶ ἄλλως· εἰ δοθείη ψεῦδος μὲν εἶναι τὸ σῶμα εἶναι τὸν χρόνον, ψεῦδος δὲ καὶ τὸ ὅτι ἀσώματός ἐστιν, αὐτόθεν δοθήσεται ἡ τοῦ χρόνου ἀνυπαρξία· παρὰ γὰρ ταῦτα οὐδὲν εἶναι δύναται ἕτερον. οὔτε τίνες μέν εἰσιν ἀληθεῖς, τίνες δὲ ψευδεῖς δυνατὸν καταλαβεῖν διά τε τὴν ἰσοσθενῆ διαφωνίαν καὶ τὴν ἀπορίαν τὴν κατὰ <τὸ> κριτήριόν τε καὶ τὴν ὥστε διὰ ταῦτα οὐδὲν ἕξομεν περὶ χρόνου διαβεβαιώσασθαι.

εἶτα, ἐπεὶ οὐκ ἄνευ κινήσεως ἢ καὶ μονῆς ὁ χρόνος ὑφεστάναι δοκεῖ, τῆς κινήσεως ἀναιρουμένης, ὁμοίως δὲ καὶ τῆς μονῆς, ἀναιρεῖται ὁ χρόνος. οὐδὲν δὲ ἧττον καὶ τάδε φασί τινες κατὰ τοῦ χρόνου. εἴ ἐστί <τι>

χρόνος, ἤτοι πεπέρασται ἢ ἄπειρός ἐστιν. ἀλλ’ εἰ μὲν πεπέρασται, ἀπό τινος χρόνου ἤρξατο καὶ εἴς τινα χρόνον λήξει· διὰ δὲ τοῦτο ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν χρόνος πρὸ τοῦ ἄρξασθαι αὐτόν), καὶ ἔσται ποτὲ χρόνος ὅτε οὐκ ἔσται χρόνος μετὰ τὸ λῆξαι αὐτόν)· ὅπερ ἄτοπον. οὐ τοίνυν πεπέρασται ὁ χρόνος.

εἰ δὲ ἄπειρός ἐστιν, ἐπεὶ τὸ μέν τι αὐτοῦ λέγεται παρῳχηκός, τὸ δὲ ἐνεστώς, τὸ δὲ μέλλον, ὁ μέλλων καὶ ὁ παρῳχηκὼς ἤτοι εἰσὶν ἢ οὐκ εἰσίν. ἀλλ’ εἰ οὐκ εἰσίν, μόνου τοῦ ἐνεστῶτος ὑπολειπομένου, ὅς ἐστιν ἀκαριαῖος, πεπερασμένος ἔσται ὁ χρόνος καὶ ἀκολουθήσουσιν αἱ ἀρχῆθεν ἀπορίαι· εἰ δὲ ὁ παρῳχηκὼς ἔστι καὶ ὁ μέλλων ἔστιν, ἐνεστὼς ἔσται ἑκάτερος αὐτῶν. ἄτοπον δὲ τὸ λέγειν ἐνεστῶτα τὸν παρῳχηκότα καὶ τὸν μέλλοντα χρόνον· οὐκοῦν οὐδὲ ἄπειρός ἐστιν ὁ χρόνος. εἰ δὲ μήτε ἄπειρος μήτε πεπερασμένος, οὐδὲ ἔστιν ὅλως χρόνος.

πρὸς τούτοις, εἰ ἔστιν ὁ χρόνος, ἤτοι μεριστός ἐστιν ἢ ἀμέριστος· ἀμέριστος μὲν οὖν οὔκ ἐστιν· διαιρεῖται γὰρ εἴς τε τὸν ἐνεστῶτα καὶ εἰς τὸν παρῳχηκότα καὶ εἰς τὸν μέλλοντα, ὡς αὐτοί φασιν. ἀλλ’ οὐδὲ μεριστός. ἕκαστον γὰρ τῶν μεριστῶν καταμετρεῖται ὑπό τινος ἑαυτοῦ μέρους, καθ’ ἕκαστον μέρος τοῦ μετρουμένου γινομένου τοῦ μετροῦντος, ὡς ὅταν δακτύλῳ πῆχυν μετρῶμεν. ὁ δὲ χρόνος οὐ δύναται καταμετρεῖσθαι ὑπό τινος ἑαυτοῦ μέρους. εἰ γὰρ ὁ ἐνεστὼς λόγου χάριν καταμετρεῖ τὸν παρῳχημένον, ἔσται κατὰ τὸν παρῳχηκότα καὶ διὰ τοῦτο παρῳχηκώς, καὶ ἐπὶ τοῦ μέλλοντος ὁμοίως μέλλων. καὶ ὁ μέλλων εἰ καταμετροίη τοὺς ἄλλους, ἐνεστὼς ἔσται καὶ παρῳχηκώς, καὶ ὁ παρῳχηκὼς παραπλησίως μέλλων ἔσται καὶ ἐνεστώς· ὅπερ ἀπεμφαίνει. οὐκοῦν οὐδὲ μεριστός ἐστιν. εἰ δὲ μήτε ἀμέριστος μήτε μεριστός, οὐδὲ ἔστιν.

ὅ τε χρόνος λέγεται τριμερὴς εἶναι, καὶ τὸ μὲν παρῳχηκώς, τὸ δὲ ἐνεστώς, τὸ δὲ μέλλων. ὧν ὁ μὲν παρῳχηκὼς καὶ ὁ μέλλων οὐκ εἰσίν· εἰ γὰρ εἰσὶ νῦν ὅ τε παρῳχηκὼς καὶ ὁ μέλλων χρόνος, ἔσται ἐνεστὼς ἑκάτερος αὐτῶν. ἀλλ’ οὐδὲ ὁ ἐνεστώς· εἰ γὰρ ἔστιν ὁ ἐνεστὼς χρόνος, ἤτοι ἀμέριστός ἐστιν ἢ μεριστός. ἀμέριστος μὲν οὖν οὔκ ἐστιν· ἐν γὰρ τῷ ἐνεστῶτι χρόνῳ λέγεται τὰ μεταβάλλοντα μεταβάλλειν, οὐδὲν δὲ ἐν ἀμερεῖ χρόνῳ μεταβάλλει, οἷον ὁ σίδηρος εἰς μαλακότητα ἢ τῶν ἄλλων ἕκαστον. ὥστε οὔκ ἐστιν ἀμέριστος ὁ ἐνεστὼς χρόνος.

ἀλλ’ οὐδὲ μεριστός· εἰς ἐνεστῶτας μὲν γὰρ οὐκ ἂν μερισθείη, ἐπεὶ διὰ τὴν ὀξεῖαν ῥύσιν τῶν ἐν κόσμῳ ἀνεπινοήτως ὁ ἐνεστὼς εἰς παρῳχηκότα μεταβάλλειν λέγεται· ἀλλ’ οὐδ’ εἰς παρῳχηκότα καὶ μέλλοντα· ἔσται γὰρ οὕτως ἀνύπαρκτος, τὸ· μέν τι μηκέτι ὂν ἔχων μέρος ἑαυτοῦ, τὸ δὲ μηδέπω ὄν.

ὅθεν οὐδὲ τέλος τοῦ παρῳχημένου καὶ ἀρχὴ τοῦ μέλλοντος εἶναι δύναται ὁ ἐνεστώς, ἐπεὶ καὶ ἔσται καὶ οὐκ ἔσται. ἔσται μὲν [οὖν] ὡς ἐνεστώς, οὐκ ἔσται δὲ ἐπεὶ μὴ ἔστιν αὐτοῦ τὰ μέρη. οὐκοῦν οὐδὲ μεριστός ἐστιν. εἰ δὲ μήτε ἀμέριστός ἐστιν ὁ ἐνεστὼς μήτε μεριστός, οὐδὲ ἔστιν. μὴ ὄντος δὲ τοῦ ἐνεστῶτος μηδὲ τοῦ παρῳχημένου μηδὲ τοῦ μέλλοντος, οὐδέ ἐστί τι χρόνος· τὸ γὰρ ἐξ ἀνυπάρκτων συνεστὼς ἀνύπαρκτόν ἐστιν.

Λέγεται κατὰ τοῦ χρόνου κἀκεῖνος ὁ λόγος. εἰ ἔστι χρόνος, ἤτοι γενητός ἐστι καὶ φθαρτὸς ἢ ἀγένητος καὶ ἄφθαρτος. ἀγένητος μὲν οὖν καὶ ἄφθαρτος οὔκ ἐστιν, εἴγε αὐτοῦ τὸ μὲν παρῳχηκέναι λέγεται καὶ μηκέτι εἶναι, τὸ δὲ μέλλειν καὶ μηδέπω εἶναι.

ἀλλ' οὐδὲ γενητὸς καὶ φθαρτός. τὰ γὰρ γινόμενα ἔκ τινος ὄντος γίγνεσθαι δεῖ καὶ τὰ φθειρόμενα εἴς τι ὂν φθείρεσθαι κατὰ τὰς τῶν δογματικῶν αὐτῶν ὑποθέσεις. εἰ οὖν εἰς τὸν παρῳχημένον φθείρεται, εἰς οὐκ ὂν φθείρεται, καὶ εἰ ἐκ τοῦ μέλλοντος γίνεται, ἐξ οὐκ ὄντος γίνεται· οὐθέτερος γὰρ αὐτῶν ἔστιν. ἄτοπον δὲ τὸ λέγειν τι ἐξ οὐκ ὄντος γίνεσθαι ἢ εἰς τὸ μὴ ὂν φθείρεσθαι. οὐκ ἄρα γενητὸς καὶ φθαρτός ἐστιν ὁ χρόνος. εἰ δὲ μήτε ἀγένητος καὶ ἄφθαρτός ἐστι μήτε γενητὸς καὶ φθαρτός, οὐδὲ ὅλως ἔστιν.

Πρὸς τούτοις, ἐπεὶ πᾶν τὸ γινόμενον ἐν χρόνῳ γίγνεσθαι δοκεῖ, εἰ γίνεται ὁ χρόνος, ἐν χρόνῳ γίνεται. ἤτοι οὖν αὐτὸς ἐν ἑαυτῷ γίνεται ἢ ἕτερος ἐν ἑτέρῳ. ἀλλ’ εἰ μὲν αὐτὸς ἐν ἑαυτῷ, τὸ αὐτὸ καὶ ἔσται καὶ οὐκ ἔσται. ἐπεὶ γὰρ τὸ ἐν ᾧ τι γίγνεται τοῦ ἐν αὐτῷ γιγνομένου ὀφείλει προϋπάρχειν, ὁ γιγνόμενος ἐν ἑαυτῷ χρόνος, εἰ μὲν γίνεται, οὐδέπω ἔστιν, εἰ δὲ ἐν ἑαυτῷ γίνεται, ἤδη ἔστιν. ὥστε οὐδὲ γίνεται ἐν ἑαυτῷ.

ἀλλ’ οὐδ’ ἐν ἑτέρῳ ἕτερος. εἰ γὰρ ὁ ἐνεστὼς ἐν τῷ μέλλοντι γίγνεται, μέλλων ἔσται ὁ ἐνεστώς, καὶ εἰ ἐν τῷ παρῳχηκότι, παρῳχηκώς. τὰ δὲ αὐτὰ λεκτέον καὶ περὶ τῶν ἄλλων χρόνων. ὥστε οὐδὲ ἕτερος χρόνος ἐν ἑτέρῳ γίνεται χρόνῳ. εἰ δὲ μήτε αὐτὸς ἐν ἑαυτῷ γίνεται μήτε ἕτερος ἐν ἑτέρῳ, οὐδὲ γενητός ἐστιν ὁ χρόνος. ἐδείκνυτο δέ, ὅτι οὐδὲ ἀγένητός ἐστιν. μήτε οὖν γενητὸς ὢν μήτε ἀγένητος οὐδ’ ὅλως ἔστιν· ἕκαστον γὰρ τῶν ὄντων ἤτοι γενητὸν ἢ ἀγένητον εἶναι προσήκει.