Buch 3, § 14 — Grundriss der pyrrhonischen Skepsis

Καὶ τὸ ὅλον δὲ καὶ τὸ μέρος. κατὰ μὲν γὰρ συνέλευσιν καὶ πρόσθεσιν τῶν μερῶν τὸ ὅλον γίγνεσθαι δοκεῖ, κατ’ ἀφαίρεσιν δέ τινος ἤ τινων παύεσθαι τοῦ ὅλον εἶναι. καὶ ἄλλως δέ, εἰ ἔστι τι ὅλον, ἤτοι ἕτερόν ἐστι παρὰ τὰ μέρη αὐτοῦ ἢ αὐτὰ τὰ μέρη αὐτοῦ <τὸ> ὅλον ἐστίν.

ἕτερον μὲν οὖν τῶν μερῶν οὐδὲν φαίνεται τὸ ὅλον εἶναι· ἀμέλει γοῦν ἀναιρουμένων τῶν μερῶν οὐδὲν ὑπολείπεται, ἵνα ἕτερόν τι παρὰ ταῦτα λογισώμεθα τὸ ὅλον. εἰ δὲ αὐτὰ τὰ μέρη τὸ ὅλον ἐστίν, ὄνομα ἔσται μόνον τὸ ὅλον καὶ προσηγορία κενή, ὑπόστασιν δὲ ἰδίαν οὐχ ἕξει, καθάπερ οὐδὲ διάστασίς ἐστί τι παρὰ τὰ διεστῶτα οὐδὲ δόκωσις παρὰ τὰ δεδοκωμένα. οὐκ ἄρα ἔστι τι ὅλον.

ἀλλ’ οὐδὲ μέρη. εἰ γὰρ ἔστι μέρη, ἤτοι τοῦ ὅλου ταῦτά ἐστι μέρη ἢ ἀλλήλων ἢ ἑαυτοῦ ἕκαστον. οὔτε δὲ τοῦ ὅλου, ἐπεὶ μηδὲ ἔστι τι παρὰ τὰ μέρη (καὶ ἄλλως τὰ μέρη οὕτως ἔσται μέρη ἑαυτῶν, ἐπεὶ ἕκαστον τῶν μερῶν συμπληρωτικὸν εἶναι λέγεται τοῦ ὅλου), οὔτε ἀλλήλων, ἐπεὶ τὸ μέρος ἐμπεριέχεσθαι δοκεῖ ἐν ἐκείνῳ οὗ ἐστι μέρος, καὶ ἄτοπόν ἐστι λέγειν τὴν χεῖρα, εἰ τύχοι, ἐν τῷ ποδὶ περιέχεσθαι.

ἀλλ’ οὐδὲ ἕκαστον ἑαυτοῦ μέρος ἔσται· διὰ γὰρ τὴν περιοχὴν ἔσται τι ἑαυτοῦ μεῖζον καὶ ἔλαττον. εἰ οὖν μήτε τοῦ ὅλου μήτε ἑαυτῶν μήτε ἀλλήλων μέρη ἐστὶ τὰ λεγόμενα εἶναι μέρη, οὐδενός ἐστι μέρη. εἰ δὲ μηδενός ἐστι μέρη, οὐδὲ ἔστι μέρη· τὰ γὰρ πρός τι ἀλλήλοις συναναιρεῖται. Ταῦτα μὲν οὖν ἄλλως εἰρήσθω κατὰ παρέκβασιν, ἐπειδὴ ἅπαξ ὅλου καὶ μέρους ἐπεμνήσθημεν.