Buch 3, § 11 — Grundriss der pyrrhonischen Skepsis

Τῷ δὲ αὐτῷ χρώμενοι λογισμῷ καὶ περὶ αὐξήσεώς τε καὶ περὶ μειώσεως ἐπέχομεν· ἡ γὰρ ἐνάργεια δοκεῖ τὴν ὑπόστασιν αὐτῶν εἰσάγειν, ἣν οἱ λόγοι διατρέπειν δοκοῦσιν. ἤ θέασαι γοῦν· τὸ αὐξόμενον ὂν καὶ ὑφεστὼς εἰς μέγεθος ἐπιδιδόναι προσήκει, ὡς εἴγε ἑτέρῳ προσθέσεως γενομένης ἕτερον ηὐξηκέναι τις λέγοι, ψεύσεται. ἐπεὶ τοίνυν ἡ οὐσία οὐδέποτε ἕστηκεν, ἀλλ’ ἀεὶ ῥεῖ τε καὶ ἑτέρα ἀνθ’ ἑτέρας ἐπεισκρίνεται, τὸ ηὐξηκέναι λεγόμενον οὐκ ἔχει τὴν προτέραν οὐσίαν καὶ μετὰ ταύτης ἄλλην τὴν προστεθεῖσαν ἀλλ’ ὅλην ἑτέραν.

ὥσπερ οὖν εἰ, λόγου χάριν, ξύλου τριπήχεος ὄντος δεκάπηχυ ἕτερον ἀγαγών τις ηὐξηκέναι τὸ τρίπηχυ λέγοι, ψεύσεται διὰ τὸ ὅλον ἕτερον εἶναι τοῦτο ἐκείνου, οὕτω καὶ ἐπὶ παντὸς τοῦ αὔξεσθαι λεγομένου, τῆς προτέρας ὕλης ἀπορρεούσης καὶ ἑτέρας ἐπεισιούσης, εἰ προστίθεται τὸ προστίθεσθαι λεγόμενον, οὐκ ἂν αὔξησίν τις εἴποι τὸ τοιοῦτον εἶναι, ἀλλ’ ἐξ ὅλου ἑτεροίωσιν.

ὁ δὲ αὐτὸς καὶ περὶ τῆς μειώσεως λόγος· τὸ γὰρ μὴ ὑφεστὼς ὅλως πῶς ἂν μεμειῶσθαι λέγοιτο; πρὸς δὲ τούτοις, εἰ ἡ μὲν μείωσις γίνεται κατὰ ἀφαίρεσιν, ἡ δὲ αὔξησις κατὰ πρόσθεσιν, οὐδὲν δέ ἐστιν οὔτε ἀφαίρεσις οὔτε πρόσθεσις, οὐκοῦν οὐδὲ ἡ μείωσις οὐδὲ ἡ αὔξησις ἔστι τι.