Buch 3, § 1 — Grundriss der pyrrhonischen Skepsis

Περὶ μὲν <οὖν> τοῦ λογικοῦ μέρους τῆς λεγομένης φιλοσοφίας ὡς ἐν ὑποτυπώσει τοιαῦτα ἀρκούντως λέγοιτο ἄν·

Κατὰ δὲ τὸν αὐτὸν τρόπον τῆς συγγραφῆς καὶ τὸ φυσικὸν μέρος αὐτῆς ἐπιόντες οὐ πρὸς ἕκαστον τῶν λεγομένων αὐτοῖς κατὰ τόπον ἀντεροῦμεν, ἀλλὰ τὰ καθολικώτερα κινεῖν ἐπιχειρήσομεν, οἷς συμπεριγράφεται καὶ τὰ λοιπά. ἀρξώμεθα δὲ ἀπὸ τοῦ περὶ ἀρχῶν λόγου.